Νεφέλαι
ΤΑ ΤΟΥ ΔΡΑΜΑΤΟΣ ΠΡΟΣΩΠΑ
- ΣΤΡΕΨΙΑΔΗΣ
- ΦΕΙΔΙΠΠΙΔΗΣ
- ΘΕΡΑΠΩΝ ΣΤΡΕΨΙΑΔΟΥ
- ΜΑΘΗΤΑΙ ΣΩΚΡΑΤΟΥΣ
- ΣΩΚΡΑΤΗΣ
- ΧΟΡΟΣ ΝΕΦΕΛΩΝ
- ΔΙΚΑΙΟΣ ΛΟΓΟΣ
- ΑΔΙΚΟΣ ΛΟΓΟΣ
- ΠΑΣΙΑΣ, δανειστής
- ΑΜΥΝΙΑΣ, δανειστής
- ΜΑΡΤΥΣ
- ΧΑΙΡΕΦΩΝ
ΝΕΦΕΛΑΙ
ΣΤΡΕΨΙΑΔΗΣ
Ἰοὺ ἰού·
ὦ Ζεῦ βασιλεῦ, τὸ χρῆμα τῶν νυκτῶν ὅσον·
ἀπέραντον. Οὐδέποθ᾿ ἡμέρα γενήσεται ;
Καὶ μὴν πάλαι γ᾿ ἀλεκτρυόνος ἤκουσ᾿ ἐγώ.
Οἱ δ᾿ οἰκέται ῥέγκουσιν. Ἀλλ᾿ οὐκ ἂν πρὸ τοῦ.
Ἁπόλοιο δῆτ᾿, ὦ πόλεμε, πολλῶν οὕνεκα,
ὅτ᾿ οὐδὲ κολάσ᾿ ἔξεστί μοι τοὺς οἰκέτας.
Ἀλλ᾿ οὐδ᾿ ὁ χρηστὸς οὑτοσὶ νεανίας
ἐγείρεται τῆς νυκτός, ἀλλὰ πέρδεται
ἐν πέντε σισύραις ἐγκεκορδυλημένος.
Ἀλλ᾿ εἰ δοκεῖ, ῥέγκωμεν ἐγκεκαλυμμένοι.
Ἀλλ᾿ οὐ δύναμαι δείλαιος εὕδειν δακνόμενος
ὑπὸ τῆς δαπάνης καὶ τῆς φάτνης καὶ τῶν χρεῶν
διὰ τουτονὶ τὸν υἱόν δὲ κόμην ἔχων
ἱππάζεταί τε καὶ ξυνωρικεύεται
ὀνειροπολεῖ θ᾿ ἵππους. Ἐγὼ δ᾿ ἀπόλλυμαι
ὁρῶν ἄγουσαν τὴν σελήνην εἰκάδας·
οἱ γὰρ τόκοι χωροῦσιν. Ἅπτε παῖ λύχνον
κἄκφερε τὸ γραμματεῖον, ἵν᾿ ἀναγνῶ λαβὼν
ὁπόσοις ὀφείλω καὶ λογίσωμαι τοὺς τόκους.
Φέρ᾿ ἴδω, τί ὀφείλω ; Δώδεκα μνᾶς Πασίᾳ.
Τοῦ δώδεκα μνᾶς Πασίᾳ ; Τί ἐχρησάμην ;
Ὅτ᾿ ἐπριάμην τὸν κοππατίαν. Οἴμοι τάλας,
εἴθ᾿ ἐξεκόπην πρότερον τὸν ὀφθαλμὸν λίθῳ.
ΦΕΙΔΙΠΠΙΔΗΣ
Φίλων, ἀδικεῖς. Ἔλαυνε τὸν σαυτοῦ δρόμον.
ΣΤΡΕΨΙΑΔΗΣ
Τοῦτ᾿ ἐστὶ τουτὶ τὸ κακὸν ὅ μ᾿ ἀπολώλεκεν·
ὀνειροπολεῖ γὰρ καὶ καθεύδων ἱππικήν.
ΦΕΙΔΙΠΠΙΔΗΣ
Πόσους δρόμους ἐλᾷ τὰ πολεμιστήρια ;
ΣΤΡΕΨΙΑΔΗΣ
Ἐμὲ μὲν σὺ πολλοὺς τὸν πατέρ᾿ ἐλαύνεις δρόμους.
Ατὰρ τί χρέος ἔβα με μετὰ τὸν Πασίαν ;
Τρεῖς μναῖ διφρίσκου καὶ τροχοῖν Ἀμεινίᾳ.
ΦΕΙΔΙΠΠΙΔΗΣ
Ἄπαγε τὸν ἵππον ἐξαλίσας οἴκαδε.
ΣΤΡΕΨΙΑΔΗΣ
Ἀλλ᾿ ὦ μέλ᾿ ἐξήλικας ἐμέ γ᾿ ἐκ τῶν ἐμῶν,
ὅτε καὶ δίκας ὤφληκα χἄτεροι τόκου
ἐνεχυράσεσθαί φασιν.
ΦΕΙΔΙΠΠΙΔΗΣ
Ἐτεόν, ὦ πάτερ,
τί δυσκολαίνεις καὶ στρέφει τὴν νύχθ᾿ ὅλην ;
ΣΤΡΕΨΙΑΔΗΣ
Δάκνει μέ τις δήμαρχος ἐκ τῶν στρωμάτων.
ΦΕΙΔΙΠΠΙΔΗΣ
Ἔασον ὦ δαιμόνιε καταδαρθεῖν τί με.
ΣΤΡΕΨΙΑΔΗΣ
Σὺ δ᾿ οὖν κάθευδε. Τὰ δὲ χρέα ταῦτ᾿ ἴσθ᾿ ὅτι
εἰς τὴν κεφαλὴν ἅπαντα τὴν σὴν τρέψεται.
Φεῦ.
Εἴθ᾿ ὤφελ᾿ ἡ προμνήστρι᾿ ἀπολέσθαι κακῶς
ἥτις με γῆμ᾿ ἐπῆρε τὴν σὴν μητέρα·
ἐμοὶ γὰρ ἦν ἄγροικος ἥδιστος βίος,
εὐρωτιῶν, ἀκόρητος, εἰκῇ κείμενος,
βρύων μελίτταις καὶ προβάτοις καὶ στεμφύλοις.
Ἔπειτ᾿ ἔγημα Μεγακλέους τοῦ Μεγακλέους
ἀδελφιδῆν ἄγροικος ὢν ἐξ ἄστεως,
σεμνήν, τρυφῶσαν, ἐγκεκοισυρωμένην.
Ταύτην ὅτ᾿ ἐγάμουν, συγκατεκλινόμην ἐγὼ
[50] ὄζων τρυγός, τρασιᾶς, ἐρίων, περιουσίας,
ἡ δ᾿ αὖ μύρου, κρόκου, καταγλωττισμάτων,
δαπάνης, λαφυγμοῦ, Κωλιάδος, Γενετυλλίδος.
Οὐ μὴν ἐρῶ γ᾿ ὡς ἀργὸς ἦν, ἀλλ᾿ ἐσπάθα,
ἐγὼ δ᾿ ἂν αὐτῇ θοἰμάτιον δεικνὺς τοδὶ
πρόφασιν ἔφασκον· ὦ γύναι, λίαν σπαθᾷς.
ΟΙΚΕΤΗΣ
Ἔλαιον ἡμῖν οὐκ ἔνεστ᾿ ἐν τῷ λύχνῳ.
ΣΤΡΕΨΙΑΔΗΣ
Οἴμοι. Τί γάρ μοι τὸν πότην ἧπτες λύχνον ;
Δεῦρ᾿ ἔλθ᾿ ἵνα κλάῃς.
ΟΙΚΕΤΗΣ
Διὰ τί δῆτα κλαύσομαι ;
ΣΤΡΕΨΙΑΔΗΣ
Ὅτι τῶν παχειῶν ἐνετίθεις θρυαλλίδων.
Μετὰ ταῦθ᾿, ὅπως νῷν ἐγένεθ᾿ υἱὸς οὑτοσί,
ἐμοί τε δὴ καὶ τῇ γυναικὶ τἀγαθῇ,
περὶ τοὐνόματος δὴ ᾿ντεῦθεν ἐλοιδορούμεθα.
ἡ μὲν γὰρ ἵππον προσετίθει πρὸς τοὔνομα,
Ξάνθιππον ἢ Χάριππον ἢ Καλλιππίδην,
ἐγὼ δὲ τοῦ πάππου ᾿τιθέμην Φειδωνίδην.
Τέως μὲν οὖν ἐκρινόμεθ᾿· εἶτα τῷ χρόνῳ
κοινῇ ξυνέβημεν κἀθέμεθα Φειδιππίδην.
Τοῦτον τὸν υἱὸν λαμβάνουσ᾿ ἐκορίζετο·
ὅταν σὺ μέγας ὢν ἅρμ᾿ ἐλαύνῃς πρὸς πόλιν,
ὥσπερ Μεγακλέης, ξυστίδ᾿ ἔχων ἐγὼ δ᾿ ἔφην·
ὅταν μὲν οὖν τὰς αἶγας ἐκ τοῦ φελλέως,
ὥσπερ ὁ πατήρ σου, διφθέραν ἐνημμένος.
Ἀλλ᾿ οὐκ ἐπείθετο τοῖς ἐμοῖς οὐδὲν λόγοις,
ἀλλ᾿ ἵππερόν μου κατέχεεν τῶν χρημάτων.
Νῦν οὖν ὅλην τὴν νύκτα φροντίζων ὁδοῦ
μίαν ηὗρον ἀτραπὸν δαιμονίως ὑπερφυᾶ,
ἣν ἢν ἀναπείσω τουτονί, σωθήσομαι.
Ἀλλ᾿ ἐξεγεῖραι πρῶτον αὐτὸν βούλομαι.
Πῶς δῆτ᾿ ἂν ἥδιστ᾿ αὐτὸν ἐπεγείραιμι ; Πῶς ;
Φειδιππίδη, Φειδιππίδιον.
ΦΕΙΔΙΠΠΙΔΗΣ
Τί, ὦ πάτερ ;
ΣΤΡΕΨΙΑΔΗΣ
Κύσον με καὶ τὴν χεῖρα δὸς τὴν δεξιάν.
ΦΕΙΔΙΠΠΙΔΗΣ
ἰδού. Τί ἐστιν ;
ΣΤΡΕΨΙΑΔΗΣ
Εἰπέ μοι, φιλεῖς ἐμέ ;
ΦΕΙΔΙΠΠΙΔΗΣ
Νὴ τὸν Ποσειδῶ τουτονὶ τὸν ἵππιον.
ΣΤΡΕΨΙΑΔΗΣ
Μή μοι γε τοῦτον μηδαμῶς τὸν ἵππιον·
οὗτος γὰρ ὁ θεὸς αἴτιός μοι τῶν κακῶν.
Ἀλλ᾿ εἴπερ ἐκ τῆς καρδίας μ᾿ ὄντως φιλεῖς,
ὦ παῖ, πιθοῦ.
ΦΕΙΔΙΠΠΙΔΗΣ
Τί οὖν πίθωμαι δῆτά σοι ;
ΣΤΡΕΨΙΑΔΗΣ
Ἔκτρεψον ὡς τάχιστα τοὺς σαυτοῦ τρόπους
καὶ μάνθαν᾿ ἐλθὼν ἃν ἐγὼ παραινέσω.
ΦΕΙΔΙΠΠΙΔΗΣ
Λέγε δή, τί κελεύεις ;
ΣΤΡΕΨΙΑΔΗΣ
Καί τι πείσει ;
ΦΕΙΔΙΠΠΙΔΗΣ
Πείσομαι, νὴ τὸν Διόνυσον.
ΣΤΡΕΨΙΑΔΗΣ
Δεῦρό νυν ἀπόβλεπε.
Ὁρᾷς τὸ θύριον τοῦτο καὶ τοἰκίδιον ;
ΦΕΙΔΙΠΠΙΔΗΣ
Ὁρῶ. Τί οὖν τοῦτ᾿ ἐστὶν ἐτεόν, ὦ πάτερ ;
ΣΤΡΕΨΙΑΔΗΣ
Ψυχῶν σοφῶν τοῦτ᾿ ἐστὶ φροντιστήριον.
Ἐνταῦθ᾿ ἐνοικοῦσ᾿ ἄνδρες οἳ τὸν οὐρανὸν
λέγοντες ἀναπείθουσιν ὡς ἔστιν πνιγεύς,
κἄστιν περὶ ἡμᾶς οὗτος, ἡμεῖς δ᾿ ἅνθρακες.
Οὗτοι διδάσκουσ᾿, ἀργύριον ἤν τις διδῷ,
λέγοντα νικᾶν καὶ δίκαια κἄδικα.
[100] ΦΕΙΔΙΠΠΙΔΗΣ
Εἰσὶν δὲ τίνες ;
ΣΤΡΕΨΙΑΔΗΣ
Οὐκ οἶδ᾿ ἀκριβῶς τοὔνομα.
Μεριμνοφροντισταὶ καλοί τε κἀγαθοί.
ΦΕΙΔΙΠΠΙΔΗΣ
Αἰβοῖ, πονηροί γ᾿, οἶδα. Τοὺς ἀλαζόνας,
τοὺς ὠχριῶντας, τοὺς ἀνυποδήτους λέγεις,
ὧν ὁ κακοδαίμων Σωκράτης καὶ Χαιρεφῶν.
ΣΤΡΕΨΙΑΔΗΣ
Ἤ ἤ, σιώπα. Μηδὲν εἴπῃς νήπιον.
Ἀλλ᾿ εἴ τι κήδει τῶν πατρῴων ἀλφίτων,
τούτων γενοῦ μοι, σχασάμενος τὴν ἱππικήν.
ΦΕΙΔΙΠΠΙΔΗΣ
Οὐκ ἂν μὰ τὸν Διόνυσον εἰ δοίης γέ μοι
τοὺς Φασιανοὺς οὓς τρέφει Λεωγόρας.
ΣΤΡΕΨΙΑΔΗΣ
Ἴθ᾿, ἀντιβολῶ σ᾿, ὦ φίλτατ᾿ ἀνθρώπων ἐμοί,
ἐλθὼν διδάσκου.
ΦΕΙΔΙΠΠΙΔΗΣ
Καὶ τί σοι μαθήσομαι ;
ΣΤΡΕΨΙΑΔΗΣ
Εἶναι παρ᾿ αὐτοῖς φασὶν ἄμφω τὼ λόγω,
τὸν κρείττον᾿, ὅστις ἐστί, καὶ τὸν ἥττονα.
Τούτοιν τὸν ἕτερον τοῖν λόγοιν, τὸν ἥττονα,
νικᾶν λέγοντά φασι τἀδικώτερα.
Ἤν οὖν μάθῃς μοι τὸν ἄδικον τοῦτον λόγον,
ἃ νῦν ὀφείλω διὰ σέ, τούτων τῶν χρεῶν
οὐκ ἂν ἀποδοίην οὐδ᾿ ἂν ὀβολὸν οὐδενί.
ΦΕΙΔΙΠΠΙΔΗΣ
Οὐκ ἂν πιθοίμην· οὐ γὰρ ἂν τλαίην ἰδεῖν
τοὺς ἱππέας τὸ χρῶμα διακεκναισμένος.
ΣΤΡΕΨΙΑΔΗΣ
Οὐκ ἄρα μὰ τὴν Δήμητρα τῶν γ᾿ ἐμῶν ἔδει
οὔτ᾿ αὐτὸς οὔθ᾿ ὁ ζύγιος οὔθ᾿ ὁ σαμφόρας,
ἀλλ᾿ ἐξελῶ σ᾿ εἰς κόρακας ἐκ τῆς οἰκίας.
ΦΕΙΔΙΠΠΙΔΗΣ
Ἀλλ᾿ οὐ περιόψεταί μ᾿ ὁ θεῖος Μεγακλέης
ἄνιππον. Ἀλλ᾿ εἴσειμι, σοῦ δ᾿ οὐ φροντιῶ.
ΣΤΡΕΨΙΑΔΗΣ
Ἀλλ᾿ οὐδ᾿ ἐγὼ μέντοι πεσών γε κείσομαι,
ἀλλ᾿ εὐξάμενος τοῖσιν θεοῖς διδάξομαι
αὐτὸς βαδίζων εἰς τὸ φροντιστήριον.
Πῶς οὖν γέρων ὢν κἀπιλήσμων καὶ βραδὺς
λόγων ἀκριβῶν σκινδαλάμους μαθήσομαι ;
Ἰτητέον. Τί ταῦτ᾿ ἔχων στραγγεύομαι
ἀλλ᾿ οὐχὶ κόπτω τὴν θύραν ; Παῖ, παιδίον.
ΜΑΘΗΤΗΣ
Βάλλ᾿ εἰς κόρακας. Τίς ἐσθ᾿ ὁ κόψας τὴν θύραν ;
ΣΤΡΕΨΙΑΔΗΣ
Φείδωνος υἱὸς Στρεψιάδης Κικυννόθεν.
ΜΑΘΗΤΗΣ
Ἀμαθής γε νὴ Δί᾿, ὅστις οὑτωσὶ σφόδρα
ἀπεριμερίμνως τὴν θύραν λελάκτικας
καὶ φροντίδ᾿ ἐξήμβλωκας ἐξηυρημένην.
ΣΤΡΕΨΙΑΔΗΣ
Σύγγνωθί μοι· τηλοῦ γὰρ οἰκῶν τῶν ἀγρῶν.
Ἀλλ᾿ εἰπέ μοι τὸ πρᾶγμα τοὐξημβλωμένον.
ΜΑΘΗΤΗΣ
Ἀλλ᾿ οὐ θέμις πλὴν τοῖς μαθηταῖσιν λέγειν.
ΣΤΡΕΨΙΑΔΗΣ
Λέγε νυν ἐμοὶ θαρρῶν· ἐγὼ γὰρ οὑτοσὶ
ἥκω μαθητὴς εἰς τὸ φροντιστήριον.
ΜΑΘΗΤΗΣ
Λέξω, νομίσαι δὲ ταῦτα χρὴ μυστήρια.
Ἀνήρετ᾿ ἄρτι Χαιρεφῶντα Σωκράτης
ψύλλαν ὁπόσους ἅλλοιτο τοὺς αὑτῆς πόδας.
Δακοῦσα γὰρ τοῦ Χαιρεφῶντος τὴν ὀφρῦν
ἐπὶ τὴν κεφαλὴν τὴν Σωκράτους ἀφήλατο.
ΣΤΡΕΨΙΑΔΗΣ
Πῶς δῆτα διεμέτρησε ;
ΜΑΘΗΤΗΣ
Δεξιώτατα.
Κηρὸν διατήξας, εἶτα τὴν ψύλλαν λαβὼν
[150] ἐνέβαψεν εἰς τὸν κηρὸν αὐτῆς τὼ πόδε,
κᾆτα ψυχείσῃ περιέφυσαν Περσικαί.
Ταύτας ὑπολύσας ἀνεμέτρει τὸ χωρίον.
ΣΤΡΕΨΙΑΔΗΣ
Ὦ Ζεῦ βασιλεῦ, τῆς λεπτότητος τῶν φρενῶν.
ΜΑΘΗΤΗΣ
Τί δῆτ᾿ ἄν, ἕτερον εἰ πύθοιο Σωκράτους φρόντισμα ;
ΣΤΡΕΨΙΑΔΗΣ
Ποῖον ; Ἀντιβολῶ, κάτειπέ μοι.
ΜΑΘΗΤΗΣ
Ἀνήρετ᾿ αὐτὸν Χαιρεφῶν ὁ Σφήττιος
ὁπότερα τὴν γνώμην ἔχοι, τὰς ἐμπίδας
κατὰ τὸ στόμ᾿ ᾄδειν ἢ κατὰ τοὐρροπύγιον.
ΣΤΡΕΨΙΑΔΗΣ
Τί δῆτ᾿ ἐκεῖνος εἶπε περὶ τῆς ἐμπίδος ;
ΜΑΘΗΤΗΣ
Ἐφασκεν εἶναι τοὔντερον τῆς ἐμπίδος
στενόν, διὰ λεπτοῦ δ᾿ ὄντος αὐτοῦ τὴν πνοὴν
βίᾳ βαδίζειν εὐθὺ τοὐρροπυγίου·
ἔπειτα κοῖλον πρὸς στενῷ προσκείμενον
τὸν πρωκτὸν ἠχεῖν ὑπὸ βίας τοῦ πνεύματος.
ΣΤΡΕΨΙΑΔΗΣ
Σάλπιγξ ὁ πρωκτός ἐστιν ἄρα τῶν ἐμπίδων.
Ὦ τρισμακάριος τοῦ διεντερεύματος.
Ἦ ῥᾳδίως φεύγων ἂν ἀποφύγοι δίκην
ὅστις δίοιδε τοὔντερον τῆς ἐμπίδος.
ΜΑΘΗΤΗΣ
Πρῴην δέ γε γνώμην μεγάλην ἀφῃρέθη
ὑπ᾿ ἀσκαλαβώτου.
ΣΤΡΕΨΙΑΔΗΣ
Τίνα τρόπον ; Κάτειπέ μοι.
ΜΑΘΗΤΗΣ
Ζητοῦντος αὐτοῦ τῆς σελήνης τὰς ὁδοὺς
καὶ τὰς περιφοράς, εἶτ᾿ ἄνω κεχηνότος
ἀπὸ τῆς ὀροφῆς νύκτωρ γαλεώτης κατέχεσεν.
ΣΤΡΕΨΙΑΔΗΣ
Ἥσθην γαλεώτῃ καταχέσαντι Σωκράτους.
ΜΑΘΗΤΗΣ
Ἐχθὲς δέ γ᾿ ἡμῖν δεῖπνον οὐκ ἦν ἑσπέρας.
ΣΤΡΕΨΙΑΔΗΣ
Εἶἑν. Τί οὖν πρὸς τἄλφιτ᾿ ἐπαλαμήσατο ;
ΜΑΘΗΤΗΣ
Κατὰ τῆς τραπέζης καταπάσας λεπτὴν τέφραν,
κάμψας ὀβελίσκον, εἶτα διαβήτην λαβών,
ἐκ τῆς παλαίστρας θοἰμάτιον ὑφείλετο.
ΣΤΡΕΨΙΑΔΗΣ
Τί δῆτ᾿ ἐκεῖνον τὸν Θαλῆν θαυμάζομεν ;
Ἄνοιγ᾿ ἄνοιγ᾿ ἁνύσας τὸ φροντιστήριον
καὶ δεῖξον ὡς τάχιστά μοι τὸν Σωκράτη.
Μαθητιῶ γάρ. Ἀλλ᾿ ἄνοιγε τὴν θύραν.
Ὦ Ἡράκλεις, ταυτὶ ποδαπὰ τὰ θηρία ;
ΜΑΘΗΤΗΣ
Τί ἐθαύμασας ; Τῷ σοι δοκοῦσιν εἰκέναι ;
ΣΤΡΕΨΙΑΔΗΣ
Τοῖς ἐκ Πύλου ληφθεῖσι, τοῖς Λακωνικοῖς.
Ἀτὰρ τί ποτ᾿ εἰς τὴν γῆν βλέπουσιν οὑτοι ;
ΜΑΘΗΤΗΣ
Ζητοῦσιν οὗτοι τὰ κατὰ γῆς.
ΣΤΡΕΨΙΑΔΗΣ
Βολβοὺς ἄρα
ζητοῦσι. Μή νυν τοῦτό γ᾿ ἔτι φροντίζετε·
ἐγὼ γὰρ οἶδ᾿ ἵν᾿ εἰσὶ μεγάλοι καὶ καλοί.
Τί γὰρ οἵδε δρῶσιν οἱ σφόδρ᾿ ἐγκεκυφότες ;
ΜΑΘΗΤΗΣ
Οὗτοι δ᾿ ἐρεβοδιφῶσιν ὑπὸ τὸν Τάρταρον.
ΣΤΡΕΨΙΑΔΗΣ
Τί δῆθ᾿ ὁ πρωκτὸς εἰς τὸν οὐρανὸν βλέπει ;
ΜΑΘΗΤΗΣ
Αὐτὸς καθ᾿ αὑτὸν ἀστρονομεῖν διδάσκεται.
Ἀλλ᾿ εἴσιθ᾿, ἵνα μὴ ᾿κεῖνος ὑμῖν ἐπιτύχῃ.
ΣΤΡΕΨΙΑΔΗΣ
Μήπω γε μήπω γ᾿, ἀλλ᾿ ἐπιμεινάντων, ἵνα
αὐτοῖσι κοινώσω τι πραγμάτιον ἐμόν.
ΜΑΘΗΤΗΣ
Ἀλλ᾿ οὐχ οἷόν τ᾿ αὐτοῖσι πρὸς τὸν ἀέρα
ἔξω διατρίβειν πολὺν ἄγαν ἐστὶν χρόνον.
[200] ΣΤΡΕΨΙΑΔΗΣ
Πρὸς τῶν θεῶν, τί γὰρ τάδ᾿ ἐστίν ; Εἰπέ μοι.
ΜΑΘΗΤΗΣ
Ἀστρονομία μὲν αὑτηί.
ΣΤΡΕΨΙΑΔΗΣ
Τουτὶ δὲ τί ;
ΜΑΘΗΤΗΣ
Γεωμετρία.
ΣΤΡΕΨΙΑΔΗΣ
Τοῦτ᾿ οὖν τί ἐστι χρήσιμον ;
ΜΑΘΗΤΗΣ
Γῆν ἀναμετρεῖσθαι.
ΣΤΡΕΨΙΑΔΗΣ
Πότερα τὴν κληρουχικήν ;
ΜΑΘΗΤΗΣ
Οὔκ, ἀλλὰ τὴν σύμπασαν.
ΣΤΡΕΨΙΑΔΗΣ
ἀστεῖον λέγεις·
τὸ γὰρ σόφισμα δημοτικὸν καὶ χρήσιμον.
ΜΑΘΗΤΗΣ
Αὕτη δέ σοι γῆς περίοδος πάσης. Ὀρᾷς ;
Αἵδε μὲν Ἀθῆναι.
ΣΤΡΕΨΙΑΔΗΣ
Τί σὺ λέγεις ; Οὐ πείθομαι,
ἐπεὶ δικαστὰς οὐχ ὁρῶ καθημένους.
ΜΑΘΗΤΗΣ
Ὡς τοῦτ᾿ ἀληθῶς Ἀττικὸν τὸ χωρίον.
ΣΤΡΕΨΙΑΔΗΣ
Καὶ ποῦ Κικυννῆς εἰσίν, οὑμοὶ δημόται ;
ΜΑΘΗΤΗΣ
Ἐνταῦθ᾿ ἔνεισιν. Ἡ δέ γ᾿ Εὔβοι᾿, ὡς ὁρᾷς,
ἡδὶ παρατέταται μακρὰ πόρρω πάνυ.
ΣΤΡΕΨΙΑΔΗΣ
Οἶδ᾿· ὑπὸ γὰρ ἡμῶν παρετάθη καὶ Περικλέους.
Ἀλλ᾿ ἡ Λακεδαίμων ποῦ ᾿στίν ;
ΜΑΘΗΤΗΣ
Ὅπου ᾿στίν ; Αὑτηί.
ΣΤΡΕΨΙΑΔΗΣ
Ὡς ἐγγὺς ἡμῶν. Τοῦτο μεταφροντίζετε,
ταύτην ἀφ᾿ ἡμῶν ἀπαγαγεῖν πόρρω πάνυ.
ΜΑΘΗΤΗΣ
ἀλλ᾿ οὐχ οἷόν τε.
ΣΤΡΕΨΙΑΔΗΣ
Νὴ Δί᾿, οἰμώξεσθ᾿ ἄρα.
Φέρε τίς γὰρ οὗτος οὑπὶ τῆς κρεμάθρας ἀνήρ ;
ΜΑΘΗΤΗΣ
Αὐτός.
ΣΤΡΕΨΙΑΔΗΣ
Τίς αὐτός ;
ΜΑΘΗΤΗΣ
Σωκράτης.
ΣΤΡΕΨΙΑΔΗΣ
Ὦ Σωκράτης.
ἴθ᾿ οὗτος ἀναβόησον αὐτόν μοι μέγα.
ΜΑΘΗΤΗΣ
Αὐτὸς μὲν οὖν σὺ κάλεσον· οὐ γάρ μοι σχολή.
ΣΤΡΕΨΙΑΔΗΣ
Ὦ Σώκρατες, ὦ Σωκρατίδιον.
ΣΩΚΡΑΤΗΣ
Τί με καλεῖς, ὦφήμερε ;
ΣΤΡΕΨΙΑΔΗΣ
Πρῶτον μὲν ὅ τι δρᾷς, ἀντιβολῶ, κάτειπέ μοι.
ΣΩΚΡΑΤΗΣ
Ἀεροβατῶ καὶ περιφρονῶ τὸν ἥλιον.
ΣΤΡΕΨΙΑΔΗΣ
Ἐπειτ᾿ ἀπὸ ταρροῦ τοὺς θεοὺς ὑπερφρονεῖς,
ἀλλ᾿ οὐκ ἀπὸ τῆς γῆς, εἴπερ ;
ΣΩΚΡΑΤΗΣ
Οὐ γὰρ ἄν ποτε
ἐξηῦρον ὀρθῶς τὰ μετέωρα πράγματα
εἰ μὴ κρεμάσας τὸ νόημα καὶ τὴν φροντίδα,
λεπτὴν καταμείξας εἰς τὸν ὅμοιον ἀέρα.
Εἰ δ᾿ ὢν χαμαὶ τἄνω κάτωθεν ἐσκόπουν,
οὐκ ἄν ποθ᾿ ηὗρον· οὐ γὰρ ἀλλ᾿ ἡ γῆ βίᾳ
ἕλκει πρὸς αὑτὴν τὴν ἰκμάδα τῆς φροντίδος.
Πάσχει δὲ ταὐτὸ τοῦτο καὶ τὰ κάρδαμα.
ΣΤΡΕΨΙΑΔΗΣ
Τί φῄς ;
Ἡ φροντὶς ἕλκει τὴν ἰκμάδ᾿ εἰς τὰ κάρδαμα ;
Ἴθι νυν κατάβηθ᾿, ὦ Σωκρατίδιον, ὡς ἐμέ,
ἵνα με διδάξῃς ὧνπερ ἕνεκ᾿ ἐλήλυθα.
ΣΩΚΡΑΤΗΣ
Ἦλθες δὲ κατὰ τί ;
ΣΤΡΕΨΙΑΔΗΣ
Βουλόμενος μαθεῖν λέγειν·
ὑπὸ γὰρ τόκων χρήστων τε δυσκολωτάτων
ἄγομαι, φέρομαι, τὰ χρήματ᾿ ἐνεχυράζομαι.
ΣΩΚΡΑΤΗΣ
Πόθεν δ᾿ ὑπόχρεως σαυτὸν ἔλαθες γενόμενος ;
ΣΤΡΕΨΙΑΔΗΣ
Νόσος μ᾿ ἐπέτριψεν ἱππική, δεινὴ φαγεῖν.
Ἀλλά με δίδαξον τὸν ἕτερον τοῖν σοῖν λόγοιν,
τὸν μηδὲν ἀποδιδόντα. Μισθὸν δ᾿ ὅντιν᾿ ἂν
πράττῃ μ᾿, ὀμοῦμαί σοι καταθήσειν τοὺς θεούς.
ΣΩΚΡΑΤΗΣ
Ποίους θεοὺς ὀμεῖ σύ ; Πρῶτον γὰρ θεοὶ
ἡμῖν νόμισμ᾿ οὐκ ἔστι.
ΣΤΡΕΨΙΑΔΗΣ
Τῷ γὰρ ὄμνυτε ;
Σιδαρέοισιν, ὥσπερ ἐν Βυζαντίῳ ;
[250] ΣΩΚΡΑΤΗΣ
Βούλει τὰ θεῖα πράγματ᾿ εἰδέναι σαφῶς
ἅττ᾿ ἐστὶν ὀρθῶς ;
ΣΤΡΕΨΙΑΔΗΣ
Νὴ Δί᾿, εἴπερ ἐστί γε.
ΣΩΚΡΑΤΗΣ
Καὶ συγγενέσθαι ταῖς Νεφέλαισιν εἰς λόγους,
ταῖς ἡμετέραισι δαίμοσιν ;
ΣΤΡΕΨΙΑΔΗΣ
Μάλιστά γε.
ΣΩΚΡΑΤΗΣ
Κάθιζε τοίνυν ἐπὶ τὸν ἱερὸν σκίμποδα.
ΣΤΡΕΨΙΑΔΗΣ
Ἰδού, κάθημαι.
ΣΩΚΡΑΤΗΣ
Τουτονὶ τοίνυν λαβὲ τὸν στέφανον.
ΣΤΡΕΨΙΑΔΗΣ
Ἐπὶ τί στέφανον ; Οἴμοι, Σώκρατες,
ὥσπερ με τὸν Ἀθάμανθ᾿ ὅπως μὴ θύσετε.
ΣΩΚΡΑΤΗΣ
Οὔκ, ἀλλὰ ταῦτα πάντα τοὺς τελουμένους
ἡμεῖς ποιοῦμεν.
ΣΤΡΕΨΙΑΔΗΣ
Εἶτα δὴ τί κερδανῶ ;
ΣΩΚΡΑΤΗΣ
Λέγειν γενήσει τρῖμμα, κρόταλον, παιπάλη.
Ἀλλ᾿ ἔχ᾿ ἀτρεμεί.
ΣΤΡΕΨΙΑΔΗΣ
Μὰ τὸν Δί᾿ οὐ ψεύσει γέ με·
καταπαττόμενος γὰρ παιπάλη γενήσομαι.
ΣΩΚΡΑΤΗΣ
Εὐφημεῖν χρὴ τὸν πρεσβύτην καὶ τῆς εὐχῆς ἐπακούειν.
Ὦ δέσποτ᾿ ἄναξ, ἀμέτρητ᾿ Ἀήρ, ὃς ἔχεις τὴν γῆν μετέωρον,
λαμπρός τ᾿ Αἰθήρ, σεμναί τε θεαὶ Νεφέλαι βροντησικέραυνοι,
ἄρθητε, φάνητ᾿, ὦ δέσποιναι, τῷ φροντιστῇ μετέωροι.
ΣΤΡΕΨΙΑΔΗΣ
Μήπω, μήπω γε, πρὶν ἂν τουτὶ πτύξωμαι, μὴ καταβρεχθῶ.
Τὸ δὲ μηδὲ κυνῆν οἴκοθεν ἐλθεῖν ἐμὲ τὸν κακοδαίμον᾿ ἔχοντα.
ΣΩΚΡΑΤΗΣ
Ἔλθετε δῆτ᾿, ὦ πολυτίμητοι Νεφέλαι, τῷδ᾿ εἰς ἐπίδειξιν·
εἴτ᾿ ἐπ᾿ Ὀλύμπου κορυφαῖς ἱεραῖς χιονοβλήτοισι κάθησθε,
εἴτ᾿ Ὠκεανοῦ πατρὸς ἐν κήποις ἱερὸν χορὸν ἵστατε Νύμφαις,
εἴτ᾿ ἄρα Νείλου προχοαῖς ὑδάτων χρυσέαις ἀρύτεσθε πρόχοισιν,
ἢ Μαιῶτιν λίμνην ἔχετ᾿ ἢ σκόπελον νιφόεντα Μίμαντος·
ὑπακούσατε δεξάμεναι θυσίαν καὶ τοῖς ἱεροῖσι χαρεῖσαι.
ΧΟΡΟΣ
Ἀέναοι Νεφέλαι,
ἀρθῶμεν φανεραὶ δροσερὰν φύσιν εὐάγητον
πατρὸς ἀπ᾿ Ὠκεανοῦ βαρυαχέος
ὑψηλῶν ὀρέων κορυφὰς ἔπι
δενδροκόμους, ἵνα
τηλεφανεῖς σκοπιὰς ἀφορώμεθα
καρπούς τ᾿ ἀρδομέναν ἱερὰν χθόνα
καὶ ποταμῶν ζαθέων κελαδήματα
καὶ πόντον κελάδοντα βαρύβρομον·
ὄμμα γὰρ αἰθέρος ἀκάματον σελαγεῖται
μαρμαρέαισιν αὐγαῖς.
Ἀλλ᾿ ἀποσεισάμεναι νέφος ὄμβριον
ἀθανάτας ἰδέας ἐπιδώμεθα
τηλεσκόπῳ ὄμματι γαῖαν.
ΣΩΚΡΑΤΗΣ
Ὦ μέγα σεμναὶ Νεφέλαι, φανερῶς ἠκούσατέ μου καλέσαντος.
Ἤισθου φωνῆς ἅμα καὶ βροντῆς μυκησαμένης θεοσέπτου ;
ΣΤΡΕΨΙΑΔΗΣ
Καὶ σέβομαί γ᾿, ὦ πολυτίμητοι, καὶ βούλομαι ἀνταποπαρδεῖν
πρὸς τὰς βροντάς· οὕτως αὐτὰς τετραμαίνω καὶ πεφόβημαι.
Κεἰ θέμις ἐστίν, νυνί γ᾿ ἤδη, κεἰ μὴ θέμις ἐστί, χεσείω.
ΣΩΚΡΑΤΗΣ
Οὐ μὴ σκώψει μηδὲ ποήσεις ἅπερ οἱ τρυγοδαίμονες οὗτοι,
ἀλλ᾿ εὐφήμει· μέγα γάρ τι θεῶν κινεῖται σμῆνος ἀοιδαῖς.
ΧΟΡΟΣ
Παρθένοι ὀμβροφόροι,
[300] ἔλθωμεν λιπαρὰν χθόνα Παλλάδος, εὔανδρον γᾶν
Κέκροπος ὀψόμεναι πολυήρατον·
οὗ σέβας ἀρρήτων ἱερῶν, ἵνα
μυστοδόκος δόμος
ἐν τελεταῖς ἁγίαις ἀναδείκνυται·
οὐρανίοις τε θεοῖς δωρήματα,
ναοί θ᾿ ὑψερεφεῖς καὶ ἀγάλματα,
καὶ πρόσοδοι μακάρων ἱερώταται
εὐστέφανοί τε θεῶν θυσίαι θαλίαι τε
παντοδαπαῖσιν ὥραις,
ἦρί τ᾿ ἐπερχομένῳ Βρομία χάρις
εὐκελάδων τε χορῶν ἐρεθίσματα
καὶ μοῦσα βαρύβρομος αὐλῶν.
ΣΤΡΕΨΙΑΔΗΣ
Πρὸς τοῦ Διός, ἀντιβολῶ σε, φράσον, τίνες εἴσ᾿, ὦ Σώκρατες,
αὗται
αἱ φθεγξάμεναι τοῦτο τὸ σεμνόν ; Μῶν ἡρῷναί τινές εἰσιν ;
ΣΩΚΡΑΤΗΣ
Ἥκιστ᾿, ἀλλ᾿ οὐράνιαι Νεφέλαι, μεγάλαι θεαὶ ἀνδράσιν
ἀργοῖς,
αἵπερ γνώμην καὶ διάλεξιν καὶ νοῦν ἡμῖν παρέχουσιν
καὶ τερατείαν καὶ περίλεξιν καὶ κροῦσιν καὶ κατάληψιν.
ΣΤΡΕΨΙΑΔΗΣ
Ταῦτ᾿ ἄρ᾿ ἀκούσασ᾿ αὐτῶν τὸ φθέγμ᾿ ἡ ψυχή μου πεπότηται
καὶ λεπτολογεῖν ἤδη ζητεῖ καὶ περὶ καπνοῦ στενολεσχεῖν
καὶ γνωμιδίῳ γνώμην νύξασ᾿ ἑτέρῳ λόγῳ ἀντιλογῆσαι·
ὥστ᾿ εἴ πως ἐστίν, ἰδεῖν αὐτὰς ἤδη φανερῶς ἐπιθυμῶ.
ΣΩΚΡΑΤΗΣ
Βλέπε νυν δευρὶ πρὸς τὴν Πάρνηθ᾿· ἤδη γὰρ ὁρῶ κατιούσας
ἡσυχῇ αὐτάς.
ΣΤΡΕΨΙΑΔΗΣ
Φέρε ποῦ ; Δεῖξον.
ΣΩΚΡΑΤΗΣ
Χωροῦσ᾿ αὗται πάνυ πολλαὶ
διὰ τῶν κοίλων καὶ τῶν δασέων, αὗται πλάγιαι.
ΣΤΡΕΨΙΑΔΗΣ
Τί τὸ χρῆμα ;
Ὡς οὐ καθορῶ.
ΣΩΚΡΑΤΗΣ
Παρὰ τὴν εἴσοδον.
ΣΤΡΕΨΙΑΔΗΣ
Ἤδη νυνὶ μόλις οὕτως.
ΣΩΚΡΑΤΗΣ
Νῦν γέ τοι ἤδη καθορᾷς αὐτάς, εἰ μὴ λημᾷς κολοκύνταις.
ΣΤΡΕΨΙΑΔΗΣ
Νὴ Δί᾿ ἔγωγ᾿. Ὀ πολυτίμητοι· πάντα γὰρ ἤδη κατέχουσιν.
ΣΩΚΡΑΤΗΣ
Ταύτας μέντοι σὺ θεὰς οὔσας οὐκ ᾔδεις οὐδ᾿ ἐνόμιζες ;
ΣΤΡΕΨΙΑΔΗΣ
Μὰ Δί᾿, ἀλλ᾿ ὁμίχλην καὶ δρόσον αὐτὰς ἡγούμην καὶ καπνὸν
εἶναι.
ΣΩΚΡΑΤΗΣ
Οὐ γὰρ μὰ Δί᾿ οἶσθ᾿ ὁτιὴ πλείστους αὗται βόσκουσι σοφιστάς,
Θουριομάντεις, ἰατροτέχνας, σφραγιδονυχαργοκομήτας·
κυκλίων τε χορῶν ᾀσματοκάμπτας, ἄνδρας μετεωροφένακας,
οὐδὲν δρῶντας βόσκουσ᾿ ἀργούς, ὅτι ταύτας μουσοποοῦσιν.
ΣΤΡΕΨΙΑΔΗΣ
Ταῦτ᾿ ἄρ᾿ ἐποίουν ὑγρᾶν Νεφελᾶν στρεπταίγλαν δάϊον
ὁρμάν,
πλοκάμους θ᾿ ἑκατογκεφάλα Τυφῶ πρημαινούσας τε θυέλλας,
εἶτ᾿ ἀερίας διεράς γαμψούς τ᾿ οἰωνοὺς ἀερονηχεῖς
ὄμβρους θ᾿ ὑδάτων δροσερᾶν νεφελᾶν· εἶτ᾿ ἀντ᾿ αὐτῶν κατέπινον
κεστρᾶν τεμάχη μεγαλᾶν ἀγαθᾶν κρέα τ᾿ ὀρνίθεια κιχηλᾶν.
ΣΩΚΡΑΤΗΣ
Διὰ μέντοι τάσδ᾿. Οὐχὶ δικαίως ;
ΣΤΡΕΨΙΑΔΗΣ
Λέξον δή μοι, τί παθοῦσαι,
εἴπερ νεφέλαι γ᾿ εἰσὶν ἀληθῶς, θνηταῖς εἴξασι γυναιξίν ;
Οὐ γὰρ ἐκεῖναί γ᾿ εἰσὶ τοιαῦται.
ΣΩΚΡΑΤΗΣ
Φέρε, ποῖαι γάρ τινές εἰσιν ;
ΣΤΡΕΨΙΑΔΗΣ
Οὐκ οἶδα σαφῶς· εἴξασιν δ᾿ οὖν ἐρίοισιν πεπταμένοισιν,
κοὐχὶ γυναιξίν, μὰ Δί᾿, οὐδ᾿ ὁτιοῦν· αὗται δὲ ῥῖνας ἔχουσιν.
ΣΩΚΡΑΤΗΣ
Ἀπόκριναί νυν ἅττ᾿ ἂν ἔρωμαι.
ΣΤΡΕΨΙΑΔΗΣ
Λέγε νυν ταχέως ὅτι βούλει.
ΣΩΚΡΑΤΗΣ
Ἤδη ποτ᾿ ἀναβλέψας εἶδες νεφέλην κενταύρῳ ὁμοίαν
ἢ παρδάλει ἢ λύκῳ ἢ ταύρῳ ;
ΣΤΡΕΨΙΑΔΗΣ
Νὴ Δί᾿ ἔγωγ᾿. Εἶτα τί τοῦτο ;
ΣΩΚΡΑΤΗΣ
Γίγνονται πάνθ᾿ ὅτι βούλονται· κᾆτ᾿ ἢν μὲν ἴδωσι κομήτην
ἄγριόν τινα τῶν λασίων τούτων, οἷόνπερ τὸν Ξενοφάντου,
σκώπτουσαι τὴν μανίαν αὐτοῦ κενταύροις ᾔκασαν αὑτάς.
[350] ΣΤΡΕΨΙΑΔΗΣ
Τί γὰρ ἢν ἅρπαγα τῶν δημοσίων κατίδωσι Σίμωνα, τί
δρῶσιν ;
ΣΩΚΡΑΤΗΣ
Ἀποφαίνουσαι τὴν φύσιν αὐτοῦ λύκοι ἐξαίφνης ἐγένοντο.
ΣΤΡΕΨΙΑΔΗΣ
Ταῦτ᾿ ἄρα, ταῦτα Κλεώνυμον αὗται τὸν ῥίψασπιν χθὲς
ἰδοῦσαι,
ὅτι δειλότατον τοῦτον ἑώρων, ἔλαφοι διὰ τοῦτ᾿ ἐγένοντο.
ΣΩΚΡΑΤΗΣ
Καὶ νῦν γ᾿ ὅτι Κλεισθένη εἶδον, ὁρᾷς, διὰ τοῦτ᾿ ἐγένοντο
γυναῖκες.
ΣΤΡΕΨΙΑΔΗΣ
Χαίρετε τοίνυν, ὦ δέσποιναι· καὶ νῦν, εἴπερ τινὶ κἄλλῳ,
οὐρανομήκη ῥήξατε κἀμοὶ φωνήν, ὦ παμβασίλειαι.
ΧΟΡΟΣ
Χαῖρ᾿, ὦ πρεσβῦτα παλαιογενές, θηρατὰ λόγων φιλομούσων.
Σύ τε, λεπτοτάτων λήρων ἱερεῦ, φράζε πρὸς ἡμᾶς ὅτι χρῄζεις·
οὐ γὰρ ἂν ἄλλῳ γ᾿ ὑπακούσαιμεν τῶν νῦν μετεωροσοφιστῶν
πλὴν ἢ Προδίκῳ, τῷ μὲν σοφίας καὶ γνώμης οὕνεκα, σοὶ δὲ
ὅτι βρενθύει τ᾿ ἐν ταῖσιν ὁδοῖς καὶ τὠφθαλμὼ παραβάλλεις
κἀνυπόδητος κακὰ πόλλ᾿ ἀνέχει κἀφ᾿ ἡμῖν σεμνοπροσωπεῖς.
ΣΤΡΕΨΙΑΔΗΣ
Ὦ Γῆ, τοῦ φθέγματος, ὡς ἱερὸν καὶ σεμνὸν καὶ τερατῶδες.
ΣΩΚΡΑΤΗΣ
Αὗται γάρ τοι μόναι εἰσὶ θεαί, τἄλλα δὲ πάντ᾿ ἐστὶ φλύαρος.
ΣΤΡΕΨΙΑΔΗΣ
Ὁ Ζεὺς δ᾿ ὑμῖν, φέρε, πρὸς τῆς Γῆς, Οὑλύμπιος οὐ θεός ἐστιν ;
ΣΩΚΡΑΤΗΣ
Ποῖος Ζεύς ; Οὐ μὴ ληρήσεις. Οὐδ᾿ ἐστὶ Ζεύς.
ΣΤΡΕΨΙΑΔΗΣ
Τί λέγεις σύ ;
Ἀλλὰ τίς ὕει ; Τουτὶ γὰρ ἔμοιγ᾿ ἀπόφηναι πρῶτον ἁπάντων.
ΣΩΚΡΑΤΗΣ
Αὗται δήπου· μεγάλοις δέ σ᾿ ἐγὼ σημείοις αὐτὸ διδάξω.
Φέρε, ποῦ γὰρ πώποτ᾿ ἄνευ νεφελῶν ὕοντ᾿ ἤδη τεθέασαι ;
Καίτοι χρῆν αἰθρίας ὕειν αὐτόν, ταύτας δ᾿ ἀποδημεῖν.
ΣΤΡΕΨΙΑΔΗΣ
Νὴ τὸν Ἀπόλλω, τοῦτό γε τοι τῷ νυνὶ λόγῳ εὖ προσέφυσας.
Καίτοι πρότερον τὸν Δί᾿ ἀληθῶς ᾤμην διὰ κοσκίνου οὐρεῖν.
Ἀλλ᾿ ὅστις ὁ βροντῶν ἐστὶ φράσον, τοῦθ᾿ ὅ με ποιεῖ τετρεμαίνειν.
ΣΩΚΡΑΤΗΣ
Αὗται βροντῶσι κυλινδόμεναι.
ΣΤΡΕΨΙΑΔΗΣ
Τῷ τρόπῳ, ὦ πάντα σὺ τολμῶν ;
ΣΩΚΡΑΤΗΣ
Ὅταν ἐμπλησθῶσ᾿ ὕδατος πολλοῦ κἀναγκασθῶσι φέρεσθαι
κατακριμνάμεναι πλήρεις ὄμβρου δι᾿ ἀνάγκην, εἶτα βαρεῖαι
εἰς ἀλλήλας ἐμπίπτουσαι ῥήγνυνται καὶ παταγοῦσιν.
ΣΤΡΕΨΙΑΔΗΣ
Ὁ δ᾿ ἀναγκάζων ἐστὶ τίς αὐτάς οὐχ ὁ Ζεύς ; Ὥστε φέρεσθαι ;
ΣΩΚΡΑΤΗΣ
Ἥκιστ᾿, ἀλλ᾿ αἰθέριος δῖνος.
ΣΤΡΕΨΙΑΔΗΣ
Δῖνος ; Τουτί μ᾿ ἐλελήθει,
ὁ Ζεὺς οὐκ ὤν, ἀλλ᾿ ἀντ᾿ αὐτοῦ Δῖνος νυνὶ βασιλεύων.
Ἀτὰρ οὐδέν πω περὶ τοῦ πατάγου καὶ τῆς βροντῆς μ᾿ ἐδίδαξας.
ΣΩΚΡΑΤΗΣ
Οὐκ ἤκουσάς μου τὰς νεφέλας ὕδατος μεστὰς ὅτι φημὶ
ἐμπιπτούσας εἰς ἀλλήλας παταγεῖν διὰ τὴν πυκνότητα ;
ΣΤΡΕΨΙΑΔΗΣ
Φέρε, τουτὶ τῷ χρὴ πιστεύειν ;
ΣΩΚΡΑΤΗΣ
Ἀπὸ σαυτοῦ ᾿γώ σε διδάξω.
Ἤδη ζωμοῦ Παναθηναίοις ἐμπλησθεὶς εἶτ᾿ ἐταράχθης
τὴν γαστέρα καὶ κλόνος ἐξαίφνης αὐτὴν διεκορκορύγησεν ;
ΣΤΡΕΨΙΑΔΗΣ
Νὴ τὸν Ἀπόλλω, καὶ δεινὰ ποεῖ γ᾿ εὐθύς μοι καὶ τετάρακται,
χὤσπερ βροντὴ τὸ ζωμίδιον παταγεῖ καὶ δεινὰ κέκραγεν,
ἀτρέμας πρῶτον, παππὰξ παππάξ, κἄπειτ᾿ ἐπάγει παπαπαππάξ·
χὤταν χέζω, κομιδῇ βροντᾷ, παπαπαππάξ, ὥσπερ ἐκεῖναι.
ΣΩΚΡΑΤΗΣ
Σκέψαι τοίνυν ἀπὸ γαστριδίου τυννουτουὶ οἷα πέπορδας·
τὸν δ᾿ ἀέρα τόνδ᾿ ὄντ᾿ ἀπέραντον πῶς οὐκ εἰκὸς μέγα βροντᾶν ;
Ταῦτ᾿ ἄρα καὶ τὠνόματ᾿ ἀλλήλοιν, βροντὴ καὶ πορδή, ὁμοίω.
ΣΤΡΕΨΙΑΔΗΣ
Ἀλλ᾿ ὁ κεραυνὸς πόθεν αὖ φέρεται λάμπων πυρί, τοῦτο
δίδαξον,
καὶ καταφρύγει βάλλων ἡμᾶς, τοὺς δὲ ζῶντας περιφλεύει.
Τοῦτον γὰρ δὴ φανερῶς ὁ Ζεὺς ἵησ᾿ ἐπὶ τοὺς ἐπιόρκους.
ΣΩΚΡΑΤΗΣ
Καὶ πῶς, ὦ μῶρε σὺ καὶ Κρονίων ὄζων καὶ βεκκεσέληνε,
εἴπερ βάλλει τοὺς ἐπιόρκους, δῆτ᾿ οὐχὶ Σίμων᾿ ἐνέπρησεν
[400] οὐδὲ Κλεώνυμον οὐδὲ Θέωρον ; Καίτοι σφόδρα γ᾿ εἴσ᾿ ἐπίορκοι.
Ἀλλὰ τὸν αὑτοῦ γε νεὼν βάλλει καὶ Σούνιον, ἄκρον Ἀθηνέων,
καὶ τὰς δρῦς τὰς μεγάλας, τί μαθών ; Οὐ γὰρ δὴ δρῦς γ᾿ ἐπίορκεῖ.
ΣΤΡΕΨΙΑΔΗΣ
Οὐκ οἶδ᾿· ἀτὰρ εὖ σὺ λέγειν φαίνει. Τί γάρ ἐστιν δῆθ᾿ ὁ
κεραυνός ;
ΣΩΚΡΑΤΗΣ
Ὅταν εἰς ταύτας ἄνεμος ξηρὸς μετεωρισθεὶς κατακλεισθῇ,
ἔνδοθεν αὐτὰς ὥσπερ κύστιν φυσᾷ, κἄπειθ᾿ ὑπ᾿ ἀνάγκης
ῥήξας αὐτὰς ἔξω φέρεται σοβαρὸς διὰ τὴν πυκνότητα,
ὑπὸ τοῦ ῥοίβδου καὶ τῆς ῥύμης αὐτὸς ἑαυτὸν κατακάων.
ΣΤΡΕΨΙΑΔΗΣ
Νὴ Δί᾿ ἐγὼ γοῦν ἀτεχνῶς ἔπαθον τουτί ποτε Διασίοισιν.
ὀπτῶν γαστέρα τοῖς συγγένεσιν κᾆτ᾿ οὐκ ἔσχων ἀμελήσας,
ἡ δ᾿ ἄρ᾿ ἐφυσᾶτ᾿, εἶτ᾿ ἐξαίφνης διαλακήσασα πρὸς αὐτὼ
τὠφθαλμώ μου προσετίλησεν καὶ κατέκαυσεν τὸ πρόσωπον.
ΧΟΡΟΣ
Ὦ τῆς μεγάλης ἐπιθυμήσας σοφι´ας ἄνθρωπε παρ᾿ ἡμῶν,
ὡς εὐδαίμων ἐν Ἀθηναίοις καὶ τοῖς Ἕλλησι γενήσει
εἰ μνήμων εἶ καὶ φροντιστὴς καὶ τὸ ταλαίπωρον ἔνεστιν
ἐν τῇ ψυχῇ καὶ μὴ κάμνεις μήθ᾿ ἑστὼς μήτε βαδίζων
μήτε ῥιγῶν ἄχθει λίαν μήτ᾿ ἀριστᾶν ἐπιθυμεῖς
οἴνου τ᾿ ἀπέχει καὶ γυμνασίων καὶ τῶν ἄλλων ἀνοήτων
καὶ βέλτιστον τοῦτο νομίζεις, ὅπερ εἰκὸς δεξιὸν ἄνδρα,
νικᾶν πράττων καὶ βουλεύων καὶ τῇ γλώττῃ πολεμίζων.
ΣΤΡΕΨΙΑΔΗΣ
Ἀλλ᾿ εἵνεκα γε ψυχῆς στερρᾶς δυσκολοκοίτου τε μερίμνης
καὶ φειδωλοῦ καὶ τρυσιβίου γαστρὸς καὶ θυμβρεπιδείπνου,
ἀμέλει, θαρρῶν εἵνεκα τούτων ἐπιχαλκεύειν παρέχοιμ᾿ ἄν.
ΣΩΚΡΑΤΗΣ
Ἄλλο τι δῆτ᾿ οὐ νομιεῖς ἤδη θεὸν οὐδένα πλὴν ἅπερ ἡμεῖς,
τὸ Χάος τουτὶ καὶ τὰς Νεφέλας καὶ τὴν Γλῶτταν, τρία ταυτί ;
ΣΤΡΕΨΙΑΔΗΣ
Οὐδ᾿ ἂν διαλεχθείην γ᾿ ἀτεχνῶς τοῖς ἄλλοις οὐδ᾿ ἂν ἀπαντῶν,
οὐδ᾿ ἂν θύσαιμ᾿ οὐδ᾿ ἂν σπείσαιμ᾿ οὐδ᾿ ἐπιθείην λιβανωτόν.
ΧΟΡΟΣ
Λέγε νυν ἡμῖν ὅτι σοι δρῶμεν θαρρῶν, ὡς οὐκ ἀτυχήσεις
ἡμᾶς τιμῶν καὶ θαυμάζων καὶ ζητῶν δεξιὸς εἶναι.
ΣΤΡΕΨΙΑΔΗΣ
Ὦ δέσποιναι, δέομαι τοίνυν ὑμῶν τουτὶ πάνυ μικρόν,
τῶν Ἑλλήνων εἶναί με λέγειν ἑκατὸν σταδίοισιν ἄριστον.
ΧΟΡΟΣ
Ἀλλ᾿ ἔσται σοι τοῦτο παρ᾿ ἡμῶν, ὥστε τὸ λοιπόν γ᾿ ἀπὸ τουδὶ
ἐν τῷ δήμῳ γνώμας οὐδεὶς νικήσει πλείονας ἢ σύ.
ΣΤΡΕΨΙΑΔΗΣ
Μή μοι γε λέγειν γνώμας μεγάλας· οὐ γὰρ τούτων ἐπιθυμῶ,
ἀλλ᾿ ὅσ᾿ ἐμαυτῷ στρεψοδικῆσαι καὶ τοὺς χρήστας διολισθεῖν.
ΧΟΡΟΣ
Τεύξει τοίνυν ὧν ἱμείρεις· οὐ γὰρ μεγάλων ἐπιθυμεῖς.
Ἀλλὰ σεαυτὸν παράδος θαρρῶν τοῖς ἡμετέροις προπόλοισιν.
ΣΤΡΕΨΙΑΔΗΣ
Δράσω ταῦθ᾿ ὑμῖν πιστεύσας· ἡ γὰρ ἀνάγκη με πιέζει
διὰ τοὺς ἵππους τοὺς κοππατίας καὶ τὸν γάμον ὅς μ᾿ ἐπέτριψεν.
Νῦν οὖν {χρήσθων} ἀτεχνῶς ὅτι βούλονται
τουτὶ τό γ᾿ ἐμὸν σῶμ᾿ αὐτοῖσιν
παρέχω τύπτειν, πεινῆν, διψῆν,
αὐχμεῖν, ῥιγῶν, ἀσκὸν δείρειν,
εἴπερ τὰ χρέα διαφευξοῦμαι
τοῖς τ᾿ ἀνθρώποις εἶναι δόξω
θρασύς, εὔγλωττος, τολμηρός, ἴτης,
βδελυρός, ψευδῶν συγκολλητής,
εὑρησιεπής, περίτριμμα δικῶν,
κύρβις, κρόταλον, κίναδος, τρύμη,
μάσθλης, εἴρων, γλοιός, ἀλαζών,
[450] κέντρων, μιαρός, στρόφις, ἀργαλέος, ματιολοιχός.
Ταῦτ᾿ εἴ με καλοῦσ᾿ ἁπαντῶντες,
δρώντων ἀτεχνῶς ὅτι χρῄζουσιν·
κεἰ βούλονται,
νὴ τὴν Δήμητρ᾿ ἔκ μου χορδὴν
τοῖς φροντισταῖς παραθέντων.
ΧΟΡΟΣ
Λῆμα μὲν πάρεστι τῷδέ γ᾿
οὐκ ἄτολμον ἀλλ᾿ ἕτοιμον. Ἴσθι δ᾿ ὡς
ταῦτα μαθὼν παρ᾿ ἐμοῦ κλέος οὐρανόμηκες
ἐν βροτοῖσιν ἕξεις.
ΣΤΡΕΨΙΑΔΗΣ
Τί πείσομαι ;
ΧΟΡΟΣ
Τὸν πάντα χρόνον μετ᾿ ἐμοῦ
ζηλωτότατον βίον ἀνθρώπων διάξεις.
ΣΤΡΕΨΙΑΔΗΣ
Ἆρά γε τοῦτ᾿ ἄρ᾿ ἐγώ ποτ᾿ ὄψομαι ;
ΧΟΡΟΣ
Ὥστε γέ σου πολλοὺς ἐπὶ ταῖσι θύραις ἀεὶ καθῆσθαι,
βουλομένους ἀνακοινοῦσθαι τε καὶ εἰς λόγον ἐλθεῖν
πράγματα κἀντιγραφὰς πολλῶν ταλάντων,
ἄξια σῇ φρενὶ συμβουλευσομένους μετὰ σοῦ.
Ἀλλ᾿ ἐγχείρει τὸν πρεσβύτην ὅτιπερ μέλλεις προδιδάσκειν
καὶ διακίνει τὸν νοῦν αὐτοῦ καὶ τῆς γνώμης ἀποπειρῶ.
ΣΩΚΡΑΤΗΣ
Ἄγε δή, κάτειπέ μοι σὺ τὸν σαυτοῦ τρόπον,
ἵν᾿ αὐτὸν εἰδὼς ὅστις ἐστὶ μηχανὰς
ἤδη ᾿πὶ τούτοις πρὸς σὲ καινὰς προσφέρω.
ΣΤΡΕΨΙΑΔΗΣ
Τί δέ ; Τειχομαχεῖν μοι διανοεῖ, πρὸς τῶν θεῶν ;
ΣΩΚΡΑΤΗΣ
Οὔκ, ἀλλὰ βραχέα σου πυθέσθαι βούλομαι,
εἰ μνημονικὸς εἶ.
ΣΤΡΕΨΙΑΔΗΣ
Δύο τρόπω, νὴ τὸν Δία.
Ἤν μέν γ᾿ ὀφείληταί τι μοι, μνήμων πάνυ,
ἐὰν δ᾿ ὀφείλω σχέτλιος, ἐπιλήσμων πάνυ.
ΣΩΚΡΑΤΗΣ
Ἔνεστι δῆτά σοι λέγειν ἐν τῇ φύσει ;
ΣΤΡΕΨΙΑΔΗΣ
Λέγειν μὲν οὐκ ἔνεστ᾿, ἀποστ-ερεῖν δ᾿ ἔνι.
ΣΩΚΡΑΤΗΣ
Πῶς οὖν δυνήσει μανθάνειν ;
ΣΤΡΕΨΙΑΔΗΣ
Ἀμέλει, καλῶς.
ΣΩΚΡΑΤΗΣ
Ἄγε νυν ὅπως, ὅταν τι προβάλωμαι σοφὸν
περὶ τῶν μετεώρων, εὐθέως ὑφαρπάσει.
ΣΤΡΕΨΙΑΔΗΣ
Τί δαί ; Κυνηδὸν τὴν σοφίαν σιτήσομαι ;
ΣΩΚΡΑΤΗΣ
Ἅνθρωπος ἀμαθὴς οὑτοσὶ καὶ βάρβαρος.
Δέδοικά σ᾿, ὦ πρεσβῦτα, μὴ πληγῶν δέει.
Φέρ᾿ ἴδω, τί δρᾷς ἤν τις σε τύπτῃ ;
ΣΤΡΕΨΙΑΔΗΣ
Τύπτομαι,
κἄπειτ᾿ ἐπισχὼν ὀλίγον ἐπιμαρτύρομαι·
εἶτ᾿ αὖθις ἀκαρῆ διαλιπὼν δικάζομαι.
ΣΩΚΡΑΤΗΣ
Ἴθι νυν κατάθου θοἰμάτιον.
ΣΤΡΕΨΙΑΔΗΣ
Ἠδίκηκά τι ;
ΣΩΚΡΑΤΗΣ
Οὔκ, ἀλλὰ γυμνοὺς εἰσιέναι νομίζεται.
ΣΤΡΕΨΙΑΔΗΣ
Ἀλλ᾿ οὐχὶ φωράσων ἔγωγ᾿ εἰσέρχομαι.
[500] ΣΩΚΡΑΤΗΣ
Κατάθου. Τί ληρεῖς ;
ΣΤΡΕΨΙΑΔΗΣ
Εἰπὲ δή νυν μοι τοδί·
ἢν ἐπιμελὴς ὦ καὶ προθύμως μανθάνω,
τῷ τῶν μαθητῶν ἐμφερὴς γενήσομαι ;
ΣΩΚΡΑΤΗΣ
Οὐδὲν διοίσεις Χαιρεφῶντος τὴν φύσιν.
ΣΤΡΕΨΙΑΔΗΣ
Οἴμοι κακοδαίμων, ἡμιθνὴς γενήσομαι.
ΣΩΚΡΑΤΗΣ
Οὐ μὴ λαλήσεις, ἀλλ᾿ ἀκολουθήσεις ἐμοὶ
ἁνύσας τι δευρὶ θᾶττον.
ΣΤΡΕΨΙΑΔΗΣ
Εἰς τὼ χεῖρέ νυν
δός μοι μελιτοῦτταν πρότερον, ὡς δέδοικ᾿ ἐγὼ
εἴσω καταβαίνων ὥσπερ εἰς Τροφωνίου.
ΣΩΚΡΑΤΗΣ
Χώρει. Τί κυπτάζεις ἔχων περὶ τὴν θύραν ;
ΧΟΡΟΣ
Ἀλλ᾿ ἴθι χαίρων
τῆς ἀνδρείας
εἵνεκα ταύτης.
Εὐτυχία γένοιτο τἀν-
θρώπῳ ὅτι προήκων
εἰς βαθὺ τῆς ἡλικίας
νεωτέροις τὴν φύσιν αὑ-
τοῦ πράγμασιν χρωτίζεται
καὶ σοφίαν ἐπασκεῖ.
Ὦ θεώμενοι, κατερῶ πρὸς ὑμᾶς ἐλευθέρως
τἀληθῆ, νὴ τὸν Διόνυσον τὸν ἐκθρέψαντά με.
Οὕτω νικήσαιμί τ᾿ ἐγὼ καὶ νομιζοίμην σοφὸς
ὡς ὑμᾶς ἡγούμενος εἶναι θεατὰς δεξιοὺς
καὶ ταύτην σοφώτατ᾿ ἔχειν τῶν ἐμῶν κωμῳδιῶν
πρώτους ἠξίωσ᾿ ἀναγεῦσ᾿ ὑμᾶς, ἣ παρέσχε μοι
ἔργον πλεῖστον· εἶτ᾿ ἀνεχώρουν ὑπ᾿ ἀνδρῶν φορτικῶν
ἡττηθεὶς οὐκ ἄξιος ὤν. Ταῦτ᾿ οὖν ὑμῖν μέμφομαι
τοῖς σοφοῖς, ὧν οὕνεκ᾿ ἐγὼ ταῦτ᾿ ἐπραγματευόμην.
Ἀλλ᾿ οὐδ᾿ ὣς ὑμῶν ποθ᾿ ἑκὼν προδώσω τοὺς δεξιούς.
Ἐξ ὅτου γὰρ ἐνθάδ᾿ ὑπ᾿ ἀνδρῶν, οὓς ἡδὺ καὶ λέγειν,
ὁ σώφρων τε χὠ καταπύγων ἄριστ᾿ ἠκουσάτην,
κἀγώ, παρθένος γὰρ ἔτ᾿ ἦν κοὐκ ἐξῆν πώ μοι τεκεῖν,
ἐξέθηκα, παῖς δ᾿ ἑτέρα τις λαβοῦσ᾿ ἀνείλετο,
ὑμεῖς δ᾿ ἐξεθρέψατε γενναίως κἀπαιδεύσατε,
ἐκ τούτου μοι πιστὰ παρ᾿ ὑμῶν γνώμης ἔσθ᾿ ὅρκια.
Νῦν οὖν Ἠλέκτραν κατ᾿ ἐκείνην ἥδ᾿ ἡ κωμῳδία
ζητοῦσ᾿ ἦλθ᾿, ἤν που ᾿πιτύχῃ θεαταῖς οὕτω σοφοῖς.
Γνώσεται γάρ, ἤνπερ ἴδῃ, τἀδελφοῦ τὸν βόστρυχον.
ὡς δὲ σώφρων ἐστὶ φύσει σκέψασθ᾿, ἥτις πρῶτα μὲν
οὐδὲν ἦλθε ῥαψαμένη σκύτινον καθειμένον
ἐρυθρὸν ἐξ ἄκρου, παχύ, τοῖς παιδίοις ἵν᾿ ᾖ γέλως·
οὐδ᾿ ἔσκωψεν τοὺς φαλακρούς, οὐδὲ κόρδαχ᾿ εἵλκυσεν·
οὐδὲ πρεσβύτης ὁ λέγων τἄπη τῇ βακτηρίᾳ
τύπτει τὸν παρόντ᾿, ἀφανίζων πονηρὰ σκώμματα·
οὐδ᾿ εἰσῇξε δᾷδας ἔχουσ᾿ οὐδ᾿ ἰοὺ ἰού βοᾷ·
ἀλλ᾿ αὑτῇ καὶ τοῖς ἔπεσιν πιστεύουσ᾿ ἐλήλυθεν.
Κἀγὼ μὲν τοιοῦτος ἀνὴρ ὢν ποητὴς οὐ κομῶ,
οὐδ᾿ ὑμᾶς ζητῶ ᾿ξαπατᾶν δὶς καὶ τρὶς ταὔτ᾿ εἰσάγων,
ἀλλ᾿ αἰεὶ καινὰς ἰδέας εἰσφέρων σοφίζομαι
οὐδὲν ἀλλήλαισιν ὁμοίας καὶ πάσας δεξιάς·
Ὅς μέγιστον ὄντα Κλέων᾿ ἔπαισ᾿ εἰς τὴν γαστέρα
[550] κοὐκ ἐτόλμησ᾿ αὖθις ἐπεμπηδῆσ᾿ αὐτῷ κειμένῳ.
Οὗτοι δ᾿, ὡς ἅπαξ παρέδωκεν λαβὴν Ὑπέρβολος,
τοῦτον δείλαιον κολετρῶσ᾿ ἀεὶ καὶ τὴν μητέρα.
Εὔπολις μὲν τὸν Μαρικᾶν πρώτιστον παρείλκυσεν
ἐκστρέψας τοὺς ἡμετέρους Ἱππέας κακὸς κακῶς,
προσθεὶς αὐτῷ γραῦν μεθύσην τοῦ κόρδακος οὕνεχ᾿, ἣν
Φρύνιχος πάλαι πεπόηχ᾿, ἣν τὸ κῆτος ἤσθιεν.
Εἶθ᾿ Ἕρμιππος αὖθις ἐποίησεν εἰς Ὑπέρβολον,
ἅλλοι τ᾿ ἤδη πάντες ἐρείδουσιν εἰς Ὑπέρβολον,
τὰς εἰκοὺς τῶν ἐγχέλεων τὰς ἐμὰς μιμούμενοι.
Ὅστις οὖν τούτοισι γελᾷ, τοῖς ἐμοῖς μὴ χαιρέτω.
Ἤν δ᾿ ἐμοὶ καὶ τοῖσιν ἐμοῖς εὐφραίνησθ᾿ εὑρήμασιν,
εἰς τὰς ὥρας τὰς ε(τέρας εὖ φρονεῖν δοκήσετε.
Ὑψιμέδοντα μὲν θεῶν
Ζῆνα τύραννον εἰς χορὸν
πρῶτα μέγαν κικλήσκω·
τόν τε μεγασθενῆ τριαίνης ταμίαν,
γῆς τε καὶ ἁλμυρᾶς θαλάσσης ἄγριον μοχλευτήν·
καὶ μεγαλώνυμον ἡμέτερον πατέρ᾿
Αἰθέρα σεμνότατον, βιοθρέμμονα πάντων·
τόν θ᾿ ἱππονώμαν, ὃς ὑπερ-
λάμπροις ἀκτῖσιν κατέχει
γῆς πέδον, μέγας ἐν θεοῖς
ἐν θνητοῖσί τε δαίμων.
Ὤ σοφώτατοι θεαταί, δεῦρο τὸν νοῦν προσέχετε·
ἠδικημέναι γὰρ ὑμῖν μεμφόμεσθ᾿ ἐναντίον.
Πλεῖστα γὰρ θεῶν ἁπάντων ὠφελούσαις τὴν πόλιν
δαιμόνων ἡμῖν μόναις οὐ θύετ᾿ οὐδὲ σπένδετε,
αἵτινες τηροῦμεν ὑμᾶς. Ἤν γὰρ ᾖ τις ἔξοδος
μηδενὶ ξὺν νῷ, τότ᾿ ἢ βροντῶμεν ἢ ψακάζομεν.
Εἶτα τὸν θεοῖσιν ἐχθρὸν βυρσοδέψην Παφλαγόνα
ἡνίχ᾿ ᾑρεῖσθε στρατηγόν, τὰς ὀφρῦς ξυνήγομεν
κἀποοῦμεν δεινά, βροντὴ δ᾿ ἐρράγη δι᾿ ἀστραπῆς.
Ἡ σελήνη δ᾿ ἐξέλειπεν τὰς ὁδούς, ὁ δ᾿ ἥλιος
τὴν θρυαλλίδ᾿ εἰς ἑαυτὸν εὐθέως ξυνελκύσας
οὐ φανεῖν ἔφασκεν ὑμῖν εἰ στρατηγήσοι Κλέων.
Ἀλλ᾿ ὅμως εἵλεσθε τοῦτον· φασὶ γὰρ δυσβουλίαν
τῇδε τῇ πόλει προσεῖναι, ταῦτα μέντοι τοὺς θεούς,
ἅττ᾿ ἂν ὑμεῖς ἐξαμάρτητ᾿, ἐπὶ τὸ βέλτιον τρέπειν.
Ὡς δὲ καὶ τοῦτο ξυνοίσει, ῥᾳδίως διδάξομεν.
Ἤν Κλέωνα τὸν λάρον δώρων ἑλόντες καὶ κλοπῆς
εἶτα φιμώσητε τούτου τῷ ξύλῳ τὸν αὐχένα,
αὖθις εἰς τἀρχαῖον ὑμῖν, εἴ τι κἀξημάρτετε,
ἐπὶ τὸ βέλτιον τὸ πρᾶγμα τῇ πόλει ξυνοίσεται.
Ἀμφί μοι αὖτε Φοῖβ᾿ ἄναξ
Δήλιε, Κυνθίαν ἔχων
ὑψικέρατα πέτραν·
ἥ τ᾿ Ἐφέσου μάκαιρα πάγχρυσον ἔχεις
[600] οἶκον, ἐν ᾧ κόραι σε Λυδῶν μεγάλως σέβουσιν·
ἥ τ᾿ ἐπιχώριος ἡμετέρα θεὸς
αἰγίδος ἡνίοχος, πολιοῦχος Ἀθάνα·
Παρνασσίαν θ᾿ ὃς κατέχων
πέτραν σὺν πεύκαις σελαγεῖ
Βάκχαις Δελφίσιν ἐμπρέπων
κωμαστὴς Διόνυσος.
Ἡνίχ᾿ ἡμεῖς δεῦρ᾿ ἀφορμᾶσθαι παρεσκευάσμεθα,
ἡ Σελήνη ξυντυχοῦσ᾿ ἡμῖν ἐπέστειλεν φράσαι
πρῶτα μὲν χαίρειν Ἀθηναίοισι καὶ τοῖς ξυμμάχοις·
εἶτα θυμαίνειν ἔφασκε. Δεινὰ γὰρ πεπονθέναι
ὠφελοῦσ᾿ ὑμᾶς ἅπαντας οὐ λόγοις ἀλλ᾿ ἐμφανῶς·
πρῶτα μὲν τοῦ μηνὸς εἰς δᾷδ᾿ οὐκ ἔλαττον ἢ δραχμήν,
ὥστε καὶ λέγειν ἅπαντας ἐξιόντας ἑσπέρας
«μὴ πρίῃ, παῖ, δᾷδ᾿, ἐπειδὴ φῶς Σεληναίης καλόν. »
Ἄλλα τ᾿ εὖ δρᾶν φησίν, ὑμᾶς δ᾿ οὐκ ἄγειν τὰς ἡμέρας
οὐδὲν ὀρθῶς, ἀλλ᾿ ἄνω τε καὶ κάτω κυδοιδοπᾶν,
ὥστ᾿ ἀπειλεῖν φησὶν αὐτῇ τοὺς θεοὺς ἑκάστοτε,
ἡνίκ᾿ ἂν ψευσθῶσι δείπνου κἀπίωσιν οἴκαδε
τῆς ἑορτῆς μὴ τυχόντες κατὰ λόγον τῶν ἡμερῶν.
Κᾆθ᾿ ὅταν θύειν δέῃ, στρεβλοῦτε καὶ δικάζετε,
πολλάκις δ᾿ ἡμῶν ἀγόντων τῶν θεῶν ἀπαστίαν,
ἡνίκ᾿ ἂν πενθῶμεν ἢ τὸν Μέμνον᾿ ἢ Σαρπηδόνα,
σπένδεθ᾿ ὑμεῖς καὶ γελᾶτ᾿· ἀνθ᾿ ὧν λαχὼν Ὑπέρβολος
τῆτες ἱερομνημονεῖν κἄπειθ᾿ ὑφ᾿ ἡμῶν τῶν θεῶν
τὸν στέφανον ἀφῃρέθη· μᾶλλον γὰρ οὕτως εἴσεται
κατὰ σελήνην ὡς ἄγειν χρὴ τοῦ βίου τὰς ἡμέρας.
ΣΩΚΡΑΤΗΣ
Μὰ τὴν Ἀναπνοήν, μὰ τὸ Χάος, μὰ τὸν Ἀέρα,
οὐκ εἶδον οὕτως ἄνδρ᾿ ἄγροικον οὐδαμοῦ
οὐδ᾿ ἄπορον οὐδὲ σκαιὸν οὐδ᾿ ἐπιλήσμονα,
ὅστις σκαλαθυρμάτι᾿ ἄττα μικρὰ μανθάνων
ταῦτ᾿ ἐπιλέλησται πρὶν μαθεῖν. Ὅμως γε μὴν
αὐτὸν καλῶ θύραζε δεῦρο πρὸς τὸ φῶς.
Ποῦ Στρεψιάδης ; Ἔξει τὸν ἀσκάντην λαβών ;
ΣΤΡΕΨΙΑΔΗΣ
Ἀλλ᾿ οὐκ ἐῶσί μ᾿ ἐξενεγκεῖν οἱ κόρεις.
ΣΩΚΡΑΤΗΣ
Ἁνύσας τι κατάθου καὶ πρόσεχε τὸν νοῦν.
ΣΤΡΕΨΙΑΔΗΣ
Ἰδού.
ΣΩΚΡΑΤΗΣ
Ἄγε δή, τί βούλει πρῶτα νυνὶ μανθάνειν
ὧν οὐκ ἐδιδάχθης πώποτ᾿ οὐδέν ; Εἰπέ μοι.
Πότερον περὶ μέτρων ἢ περὶ ἐπῶν ἢ ῥυθμῶν ;
ΣΤΡΕΨΙΑΔΗΣ
Περὶ τῶν μέτρων ἔγωγ᾿· ἔναγχος γάρ ποτε
ὑπ᾿ ἀλφιταμοιβοῦ παρεκόπην διχοινίκῳ.
ΣΩΚΡΑΤΗΣ
Οὐ τοῦτ᾿ ἐρωτῶ σ᾿, ἀλλ᾿ ὅτι κάλλιστον μέτρον
ἡγεῖ, πότερον τὸ τρίμετρον ἢ τὸ τετράμετρον ;
ΣΤΡΕΨΙΑΔΗΣ
Ἐγὼ μὲν οὐδὲν πρότερον ἡμιέκτεω.
ΣΩΚΡΑΤΗΣ
Οὐδὲν λέγεις, ὤνθρωπε.
ΣΤΡΕΨΙΑΔΗΣ
Περίδου νυν ἐμοὶ
εἰ μὴ τετράμετρόν ἐστιν ἡμιέκτεων.
ΣΩΚΡΑΤΗΣ
Εἰς κόρακας. Ὡς ἄγροικος εἶ καὶ δυσμαθής.
Ταχύ γ᾿ ἂν δύναιο μανθάνειν περὶ ῥυθμῶν.
ΣΤΡΕΨΙΑΔΗΣ
Τί δέ μ᾿ ὠφελήσουσ᾿ οἱ ῥυθμοὶ πρὸς τἄλφιτα ;
ΣΩΚΡΑΤΗΣ
Πρῶτον μὲν εἶναι κομψὸν ἐν συνουσίᾳ,
[650] ἐπαΐονθ᾿ ὁποῖός ἐστι τῶν ῥυθμῶν
κατ᾿ ἐνόπλιον, χὠποῖος αὖ κατὰ δάκτυλον.
ΣΤΡΕΨΙΑΔΗΣ
Κατὰ δάκτυλον ; Νὴ τὸν Δί᾿, ἀλλ᾿ οἶδ᾿.
ΣΩΚΡΑΤΗΣ
Εἰπὲ δή,
τίς ἄλλος ἀντὶ τουτουὶ τοῦ δακτύλου ;
ΣΤΡΕΨΙΑΔΗΣ
Πρὸ τοῦ μέν, ἔτ᾿ ἐμοῦ παιδὸς ὄντος, οὑτοσί.
ΣΩΚΡΑΤΗΣ
Ἀγρεῖος εἶ καὶ σκαιός.
ΣΤΡΕΨΙΑΔΗΣ
Οὐ γὰρ ᾠζυρὲ
τούτων ἐπιθυμῶ μανθάνειν οὐδέν.
ΣΩΚΡΑΤΗΣ
Τί δαί ;
ΣΤΡΕΨΙΑΔΗΣ
Ἐκεῖν᾿ ἐκεῖνο, τὸν ἀδικώτατον λόγον.
ΣΩΚΡΑΤΗΣ
Ἀλλ᾿ ἕτερα δεῖ σε πρότερα τούτου μανθάνειν,
τῶν τετραπόδων ἅττ᾿ ἐστιν ὀρθῶς ἄρρενα.
ΣΤΡΕΨΙΑΔΗΣ
Ἀλλ᾿ οἶδ᾿ ἔγωγε τἄρρεν᾿, εἰ μὴ μαίνομαι·
κριός, τράγος, ταῦρος, κύων, ἀλεκτρυών.
ΣΩΚΡΑΤΗΣ
Ὁρᾷς ἃ πάσχεις ; Τήν τε θήλειαν καλεῖς
ἀλεκτρυόνα κατὰ ταὐτὸ καὶ τὸν ἄρρενα.
ΣΤΡΕΨΙΑΔΗΣ
Πῶς δή, φέρε ;
ΣΩΚΡΑΤΗΣ
Πῶς ; Ἀλεκτρυὼν κἀλεκτρυών.
ΣΤΡΕΨΙΑΔΗΣ
Νὴ τὸν Ποσειδῶ. Νῦν δὲ πῶς με χρὴ καλεῖν ;
ΣΩΚΡΑΤΗΣ
Ἀλεκτρύαιναν, τὸν δ᾿ ἕτερον ἀλέκτορα.
ΣΤΡΕΨΙΑΔΗΣ
Ἀλεκτρύαιναν ; Εὖ γε νὴ τὸν Ἀέρα·
ὥστ᾿ ἀντὶ τούτου τοῦ διδάγματος μόνου
διαλφιτώσω σου κύκλῳ τὴν κάρδοπον.
ΣΩΚΡΑΤΗΣ
Ἰδοὺ μάλ᾿ αὖθις, τοῦθ᾿ ἕτερον. Τὴν κάρδοπον
ἄρρενα καλεῖς θήλειαν οὖσαν.
ΣΤΡΕΨΙΑΔΗΣ
Τῷ τρόπῳ ;
Ἄρρενα καλῶ ᾿γὼ κάρδοπον ;
ΣΩΚΡΑΤΗΣ
Μάλιστά γε,
ὥσπερ γε καὶ Κλεώνυμον.
ΣΤΡΕΨΙΑΔΗΣ
Πῶς δή ; Φράσον.
ΣΩΚΡΑΤΗΣ
Ταὐτὸν δύναταί σοι κάρδοπος Κλεωνύμῳ.
ΣΤΡΕΨΙΑΔΗΣ
Ἀλλ᾿ ὦ ᾿γάθ᾿, οὐδ᾿ ἦν κάρδοπος Κλεωνύμῳ,
ἀλλ᾿ ἐν θυείᾳ στρογγύλῃ γ᾿ ἀνεμάττετο.
Ἀτὰρ τὸ λοιπὸν πῶς με χρὴ καλεῖν ;
ΣΩΚΡΑΤΗΣ
Ὅπως ;
Τὴν καρδόπην, ὥσπερ καλεῖς τὴν Σωστράτην.
ΣΤΡΕΨΙΑΔΗΣ
Τὴν καρδόπην θήλειαν ;
ΣΩΚΡΑΤΗΣ
Ὀρθῶς γὰρ λέγεις.
ΣΤΡΕΨΙΑΔΗΣ
Ἐκεῖνο δ᾿ ἦν ἄν· καρδόπη, Κλεωνύμη.
ΣΩΚΡΑΤΗΣ
Ἔτι δέ γε περὶ τῶν ὀνομάτων μαθεῖν σε δεῖ,
ἅττ᾿ ἄρρεν᾿ ἐστίν, ἅττα δ᾿ αὐτῶν θήλεα.
ΣΤΡΕΨΙΑΔΗΣ
Ἀλλ᾿ οἶδ᾿ ἔγωγ᾿ ἃ θήλε᾿ ἐστίν.
ΣΩΚΡΑΤΗΣ
Εἰπὲ δή.
ΣΤΡΕΨΙΑΔΗΣ
Λύσιλλα, Φίλιννα, Κλειταγόρα, Δημητρία.
ΣΩΚΡΑΤΗΣ
Ἄρρενα δὲ ποῖα τῶν ὀνομάτων ;
ΣΤΡΕΨΙΑΔΗΣ
Μυρία.
Φιλόξενος, Μελησίας, Ἀμεινίας.
ΣΩΚΡΑΤΗΣ
Ἀλλ᾿ ὦ πόνηρε, ταῦτά γ᾿ ἔστ᾿ οὐκ ἄρρενα.
ΣΤΡΕΨΙΑΔΗΣ
Οὐκ ἄρρεν᾿ ὑμῖν ἐστίν ;
ΣΩΚΡΑΤΗΣ
Οὐδαμῶς γ᾿, ἐπεὶ
πῶς γ᾿ ἂν καλέσειας ἐντυχὼν Ἀμεινίᾳ ;
ΣΤΡΕΨΙΑΔΗΣ
Ὅπως ἄν ; Ὡδί· δεῦρο δεῦρ᾿, Ἀμεινία.
ΣΩΚΡΑΤΗΣ
Ὁρᾷς ; Γυναῖκα τὴν Ἀμεινίαν καλεῖς.
ΣΤΡΕΨΙΑΔΗΣ
Οὔκουν δικαίως, ἥτις οὐ στρατεύεται ;
Ἀτὰρ τί ταῦθ᾿ ἃ πάντες ἴσμεν μανθάνω ;
ΣΩΚΡΑΤΗΣ
Οὐδὲν μὰ Δί᾿, ἀλλὰ κατακλινεὶς δευρί
ΣΤΡΕΨΙΑΔΗΣ
Τί δρῶ ;
ΣΩΚΡΑΤΗΣ
Ἐκφρόντισόν τι τῶν σεαυτοῦ πραγμάτων.
ΣΤΡΕΨΙΑΔΗΣ
Μὴ δῆθ᾿, ἱκετεύω, ᾿νταῦθά γ᾿, ἀλλ᾿ εἴπερ γε χρή,
χαμαί μ᾿ ἔασον αὐτὰ ταῦτ᾿ ἐκφροντίσαι.
ΣΩΚΡΑΤΗΣ
Οὐκ ἔστι παρὰ ταῦτ᾿ ἄλλα.
ΣΤΡΕΨΙΑΔΗΣ
Κακοδαίμων ἐγώ.
Οἵαν δίκην τοῖς κόρεσι δώσω τήμερον.
[700] ΧΟΡΟΣ
Φρόντιζε δὴ καὶ διάθρει πάντα τρόπον τε σαυτὸν
στρόβει πυκνώσας.
Ταχὺς δ᾿, ὅταν εἰς ἄπορον πέσῃς,
ἐπ᾿ ἄλλο πήδα
νόημα φρενός· ὕπνος δ᾿ ἀπέστω γλυκύθυμος ὀμμάτων.
ΣΤΡΕΨΙΑΔΗΣ
Ἀτταταῖ ἀτταταῖ.
ΧΟΡΟΣ
Τί πάσχεις ; τί κάμνεις ;
ΣΤΡΕΨΙΑΔΗΣ
Ἀπόλλυμαι δείλαιος. Ἐκ τοῦ σκίμποδος
δάκνουσί μ᾿ ἐξέρποντες οἱ Κορίνθιοι,
καὶ τὰς πλευρὰς δαρδάπτουσιν
καὶ τὴν ψυχὴν ἐκπίνουσιν
καὶ τοὺς ὄρχεις ἐξέλκουσιν
καὶ τὸν πρωκτὸν διορύττουσιν,
καί μ᾿ ἀπολοῦσιν.
ΧΟΡΟΣ
Μή νυν βαρέως ἄλγει λίαν.
ΣΤΡΕΨΙΑΔΗΣ
Καὶ πῶς ; Ὅτε μου
φροῦδα τὰ χρήματα, φρούδη χροιά,
φρούδη ψυχή, φρούδη δ᾿ ἐμβάς,
καὶ πρὸς τούτοις ἔτι τοῖσι κακοῖς
φρουρᾶς ᾄδων
ὀλίγου φροῦδος γεγένημαι.
ΣΩΚΡΑΤΗΣ
Οὗτος τί ποιεῖς ; Οὐχὶ φροντίζεις ;
ΣΤΡΕΨΙΑΔΗΣ
Ἐγώ ;
Νὴ τὸν Ποσειδῶ.
ΣΩΚΡΑΤΗΣ
Καὶ τί δῆτ᾿ ἐφρόντισας ;
ΣΤΡΕΨΙΑΔΗΣ
Ὑπὸ τῶν κόρεων εἴ μου τι περιλειφθήσεται.
ΣΩΚΡΑΤΗΣ
Ἀπολεῖ κάκιστ᾿.
ΣΤΡΕΨΙΑΔΗΣ
Ἀλλ᾿ ὦ ᾿γάθ᾿ ἀπόλωλ᾿ ἀρτίως.
ΧΟΡΟΣ
Οὐ μαλθακιστέ᾿ ἀλλὰ περικαλυπτέα.
ἐξευρετέος γὰρ νοῦς ἀποστερητικός κἀπαιόλημ᾿.
ΣΤΡΕΨΙΑΔΗΣ
Οἴμοι τίς ἂν δῆτ᾿ ἐπιβάλοι
ἐξ ἀρνακίδων γνώμην ἀποστερητρίδα ;
ΣΩΚΡΑΤΗΣ
Φέρε νυν ἀθρήσω πρῶτον, ὅτι δρᾷ, τουτονί.
Οὗτος, καθεύδεις ;
ΣΤΡΕΨΙΑΔΗΣ
Μὰ τὸν Ἀπόλλω ᾿γὼ μὲν οὔ.
ΣΩΚΡΑΤΗΣ
Ἔχεις τι ;
ΣΤΡΕΨΙΑΔΗΣ
Μὰ Δί᾿ οὐ δῆτ᾿ ἔγωγ᾿.
ΣΩΚΡΑΤΗΣ
Οὐδὲν πάνυ ;
ΣΤΡΕΨΙΑΔΗΣ
Οὐδέν γε πλὴν ἢ τὸ πέος ἐν τῇ δεξιᾷ.
ΣΩΚΡΑΤΗΣ
Οὐκ ἐγκαλυψάμενος ταχέως τι φροντιεῖς ;
ΣΤΡΕΨΙΑΔΗΣ
Περὶ τοῦ ; Σὺ γάρ μοι τοῦτο φράσον, ὦ Σώκρατες.
ΣΩΚΡΑΤΗΣ
Αὐτὸς ὅτι βούλει πρῶτος ἐξευρὼν λέγε.
ΣΤΡΕΨΙΑΔΗΣ
Ἀκήκοας μυριάκις ἁγὼ βούλομαι,
περὶ τῶν τόκων, ὅπως ἂν ἀποδῶ μηδενί.
ΣΩΚΡΑΤΗΣ
Ἴθι νυν καλύπτου, καὶ σχάσας τὴν φροντίδα
λεπτὴν κατὰ μικρὸν περιφρόνει τὰ πράγματα
ὀρθῶς διαιρῶν καὶ σκοπῶν.
ΣΤΡΕΨΙΑΔΗΣ
Οἴμοι τάλας.
ΣΩΚΡΑΤΗΣ
Ἔχ᾿ ἀτρέμα· κἂν ἀπορῇς τι τῶν νοημάτων,
ἀφεὶς ἄπελθε, κᾆτα τῇ γνώμῃ πάλιν
κίνησον αὖθις αὐτὸ καὶ ζυγώθρισον.
ΣΤΡΕΨΙΑΔΗΣ
Ὦ Σωκρατίδιον φίλτατον.
ΣΩΚΡΑΤΗΣ
Τί, ὦ γέρον ;
ΣΤΡΕΨΙΑΔΗΣ
Ἔχω τόκου γνώμην ἀποστερητικήν.
ΣΩΚΡΑΤΗΣ
Ἐπίδειξον αὐτήν.
ΣΤΡΕΨΙΑΔΗΣ
Εἰπὲ δή νυν μοι
ΣΩΚΡΑΤΗΣ
Τὸ τί ;
ΣΤΡΕΨΙΑΔΗΣ
Γυναῖκα φαρμακίδ᾿ εἰ πριάμενος Θετταλὴν
[750] καθέλοιμι νύκτωρ τὴν σελήνην, εἶτα δὴ
αὐτὴν καθείρξαιμ᾿ εἰς λοφεῖον στρογγύλον
ὥσπερ κάτροπτον, κᾆτα τηροίην ἔχων.
ΣΩΚΡΑΤΗΣ
Τί δῆτα τοῦτ᾿ ἂν ὠφελήσειέν σ᾿ ;
ΣΤΡΕΨΙΑΔΗΣ
Ὅ τι ;
Εἰ μηκέτ᾿ ἀνατέλλοι σελήνη μηδαμοῦ,
οὐκ ἂν ἀποδοίην τοὺς τόκους.
ΣΩΚΡΑΤΗΣ
Ὁτιὴ τί δή ;
ΣΤΡΕΨΙΑΔΗΣ
Ὁτιὴ κατὰ μῆνα τἀργύριον δανείζεται.
ΣΩΚΡΑΤΗΣ
Εὖ γ᾿. Ἀλλ᾿ ἕτερον αὖ σοι προβαλῶ τι δεξιόν.
Εἴ σοι γράφοιτο πεντετάλαντός τις δίκη,
ὅπως ἂν αὐτὴν ἀφανίσειας εἰπέ μοι.
ΣΤΡΕΨΙΑΔΗΣ
Ὅπως ; Ὅπως ; Οὐκ οἶδ᾿. Ἀτὰρ ζητητέον.
ΣΩΚΡΑΤΗΣ
Μή νυν περὶ σαυτὸν εἶλλε τὴν γνώμην ἀεί,
ἀλλ᾿ ἀποχάλα τὴν φροντίδ᾿ εἰς τὸν ἀέρα
λινόδετον ὥσπερ μηλολόνθην τοῦ ποδός.
ΣΤΡΕΨΙΑΔΗΣ
Ηὕρηκ᾿ ἀφάνισιν τῆς δίκης σοφωτάτην,
ὥστ᾿ αὐτὸν ὁμολογεῖν σέ μοι.
ΣΩΚΡΑΤΗΣ
Ποίαν τινά ;
ΣΤΡΕΨΙΑΔΗΣ
Ἤδη παρὰ τοῖσι φαρμακοπώλαις τὴν λίθον
ταύτην ἑόρακας, τὴν καλήν, τὴν διαφανῆ,
ἀφ᾿ ἧς τὸ πῦρ ἅπτουσι ;
ΣΩΚΡΑΤΗΣ
Τὴν ὕαλον λέγεις ;
ΣΤΡΕΨΙΑΔΗΣ
Ἔγωγε. Φέρε, τί δῆτ᾿ ἄν, εἰ ταύτην λαβών,
ὁπότε γράφοιτο τὴν δίκην ὁ γραμματεύς,
ἀπωτέρω στὰς ὧδε πρὸς τὸν ἥλιον
τὰ γράμματ᾿ ἐκτήξαιμι τῆς ἐμῆς δίκης ;
ΣΩΚΡΑΤΗΣ
Σοφῶς γε νὴ τὰς Χάριτας.
ΣΤΡΕΨΙΑΔΗΣ
Οἴμ᾿, ὡς ἥδομαι
ὅτι πεντετάλαντος διαγέγραπταί μοι δίκη.
ΣΩΚΡΑΤΗΣ
Ἄγε δὴ ταχέως τουτὶ ξυνάρπασον.
ΣΤΡΕΨΙΑΔΗΣ
Τὸ τί ;
ΣΩΚΡΑΤΗΣ
Ὅπως ἀποστρέψαις ἂν ἀντιδικῶν δίκην,
μέλλων ὀφλήσειν, μὴ παρόντων μαρτύρων.
ΣΤΡΕΨΙΑΔΗΣ
Φαυλότατα καὶ ῥᾷστ᾿.
ΣΩΚΡΑΤΗΣ
Εἰπὲ δή.
ΣΤΡΕΨΙΑΔΗΣ
Καὶ δὴ λέγω.
Εἰ πρόσθεν ἔτι μιᾶς· ἐνεστώσης δίκης
πρὶν τὴν ἐμὴν καλεῖσθ᾿ ἀπαγξαίμην τρέχων.
ΣΩΚΡΑΤΗΣ
Οὐδὲν λέγεις.
ΣΤΡΕΨΙΑΔΗΣ
Νὴ τοὺς θεοὺς ἔγωγ᾿, ἐπεὶ
οὐδεὶς κατ᾿ ἐμοῦ τεθνεῶτος εἰσάξει δίκην.
ΣΩΚΡΑΤΗΣ
Ὑθλεῖς. Ἄπερρ᾿. Οὐκ ἂν διδαξαίμην σ᾿ ἔτι.
ΣΤΡΕΨΙΑΔΗΣ
Ὁτιὴ τί ; Ναί, πρὸς τῶν θεῶν, ὦ Σώκρατες.
ΣΩΚΡΑΤΗΣ
Ἀλλ᾿ εὐθὺς ἐπιλήθει σύ γ᾿ ἅττ᾿ ἂν καὶ μάθῃς.
Ἐπεὶ τί νυνὶ πρῶτον ἐδιδάχθης ; Λέγε.
ΣΤΡΕΨΙΑΔΗΣ
Φέρ᾿ ἴδω, τί μέντοι πρῶτον ἦν ; Τί πρῶτον ἦν ;
Τίς ἦν ἐν ᾗ ματτόμεθα μέντοι τἄλφιτα ;
Οἴμοι, τίς ἦν ;
ΣΩΚΡΑΤΗΣ
Οὐκ εἰς κόρακας ἀποφθερεῖ,
ἐπιλησμότατον καὶ σκαιότατον γερόντιον ;
ΣΤΡΕΨΙΑΔΗΣ
Οἴμοι. Τί οὖν δῆθ᾿ ὁ κακοδαίμων πείσομαι ;
Ἀπὸ γὰρ ὀλοῦμαι μὴ μαθὼν γλωττοστροφεῖν.
Ἀλλ᾿ ὦ Νεφέλαι, χρηστόν τι συμβουλεύσατε.
ΧΟΡΟΣ
Ἡμεῖς μέν, ὦ πρεσβῦτα, συμβουλεύομεν,
εἴ σοι τις υἱός ἐστιν ἐκτεθραμμένος,
πέμπειν ἐκεῖνον ἀντὶ σαυτοῦ μανθάνειν.
ΣΤΡΕΨΙΑΔΗΣ
Ἀλλ᾿ ἔστ᾿ ἔμοιγ᾿ υἱὸς καλός τε κα)γαθός·
ἀλλ᾿ οὐκ ἐθέλει γὰρ μανθάνειν, τί ἐγὼ πάθω ;
ΧΟΡΟΣ
Σὺ δ᾿ ἐπιτρέπεις ;
ΣΤΡΕΨΙΑΔΗΣ
Εὐσωματεῖ γὰρ καὶ σφριγᾷ,
[800] κἄστ᾿ ἐκ γυναικῶν εὐπτέρων καὶ Κοισύρας.
Ἀτὰρ μέτειμί γ᾿ αὐτόν· ἢν δὲ μὴ θέλῃ,
οὐκ ἔσθ᾿ ὅπως οὐκ ἐξελῶ ᾿κ τῆς οἰκίας.
Ἀλλ᾿ ἐπανάμεινόν μ᾿ ὀλίγον εἰσελθὼν χρόνον.
ΧΟΡΟΣ
Ἆρ᾿ αἰσθάνει πλεῖστα δι᾿ ἡμᾶς ἀγάθ᾿ αὐτίχ᾿ ἕξων
μόνας θεῶν ; Ὡς
ἕτοιμος ὅδ᾿ ἐστὶν ἅπαντα δρᾶν
ὅσ᾿ ἂν κελεύῃς.
Σὺ δ᾿ ἀνδρὸς ἐκπεπληγμένου
καὶ φανερῶς ἐπηρμένου γνοὺς ἀπολάψεις ὅτι πλεῖστον δύνασαι
ῖἵᾁταχέως· φιλεῖ γάρ πως τὰ τοιαῦθ᾿ ἑτέρᾳ τρέπεσθαι.
ΣΤΡΕΨΙΑΔΗΣ
Οὔτοι μὰ τὴν Ὁμίχλην ἔτ᾿ ἐνταυθοῖ μενεῖς,
ἀλλ᾿ ἔσθι᾿ ἐλθὼν τοὺς Μεγακλέους κίονας.
ΦΕΙΔΙΠΠΙΔΗΣ)Ὦ δαιμόνιε, τί χρῆμα πάσχεις, ὦ πάτερ ;
Οὐκ εὖ φρονεῖς, μὰ τὸν Δία τὸν Ὀλύμπιον.
ΣΤΡΕΨΙΑΔΗΣ
Ἰδού γ᾿ ἰδοὺ Δί᾿ Ὀλύμπιον. Τῆς μωρίας·
τὸν Δία νομίζειν ὄντα τηλικουτονί.
ΦΕΙΔΙΠΠΙΔΗΣ
Τί δὲ τοῦτ᾿ ἐγέλασας ἐτεόν ;
ΣΤΡΕΨΙΑΔΗΣ
Ἐνθυμούμενος
ὅτι παιδάριον εἶ καὶ φρονεῖς ἀρχαιϊκά.
ὅμως γε μὴν πρόσελθ᾿, ἵν᾿ εἰδῇς πλείονα,
καί σοι φράσω τι πρᾶγμ᾿ ὃ μαθὼν ἀνὴρ ἔσει.
Ὅπως δὲ τοῦτο μὴ διδάξεις μηδένα.
ΦΕΙΔΙΠΠΙΔΗΣ
Ἰδού. Τί ἐστιν ;
ΣΤΡΕΨΙΑΔΗΣ
Ὤμοσας νυνὶ Δία.
ΦΕΙΔΙΠΠΙΔΗΣ
Ἔγωγ᾿.
ΣΤΡΕΨΙΑΔΗΣ
Ὁρᾷς οὖν ὡς ἀγαθὸν τὸ μανθάνειν ;
Οὐκ ἔστιν, ὦ Φειδιππίδη, Ζεύς.
ΦΕΙΔΙΠΠΙΔΗΣ
Ἀλλὰ τίς ;
ΣΤΡΕΨΙΑΔΗΣ
Δῖνος βασιλεύει τὸν Δί᾿ ἐξεληλακώς.
ΦΕΙΔΙΠΠΙΔΗΣ
Αἰβοῖ· τί ληρεῖς ;
ΣΤΡΕΨΙΑΔΗΣ
Ἴσθι τοῦθ᾿ οὕτως ἔχον.
ΦΕΙΔΙΠΠΙΔΗΣ
Τίς φησι ταῦτα ;
ΣΤΡΕΨΙΑΔΗΣ
Σωκράτης ὁ Μήλιος
καὶ Χαιρεφῶν, ὃς οἶδε τὰ ψυλλῶν ἴχνη.
ΦΕΙΔΙΠΠΙΔΗΣ
Σὺ δ᾿ εἰς τοσοῦτον τῶν μανιῶν ἐλήλυθας
ὥστ᾿ ἀνδράσιν πείθει χολῶσιν ;
ΣΤΡΕΨΙΑΔΗΣ
Εὐστόμει
καὶ μηδὲν εἴπῃς φλαῦρον ἄνδρας δεξιοὺς
καὶ νοῦν ἔχοντας, ὧν ὑπὸ τῆς φειδωλίας
ἀπεκείρατ᾿ οὐδεὶς πώποτ᾿ οὐδ᾿ ἠλείψατο
οὐδ᾿ εἰς βαλανεῖον ἦλθε λουσόμενος· σὺ δὲ
ὥσπερ τεθνεῶτος καταλόει μου τὸν βίον.
Ἀλλ᾿ ὡς τάχιστ᾿ ἐλθὼν ὑπὲρ ἐμοῦ μάνθανε.
ΦΕΙΔΙΠΠΙΔΗΣ
Τί δ᾿ ἂν παρ᾿ ἐκείνων καὶ μάθοι χρηστόν τις ἄν ;
ΣΤΡΕΨΙΑΔΗΣ
Ἄληθες ; Ὅσαπέρ ἐστιν ἀνθρώποις σοφά.
Γνώσει δὲ σαυτὸν ὡς ἀμαθὴς εἶ καὶ παχύς.
Ἀλλ᾿ ἐπανάμεινόν μ᾿ ὀλίγον ἐνταυθοῖ χρόνον.
ΦΕΙΔΙΠΠΙΔΗΣ
Οἴμοι· τί δράσω παραφρονοῦντος τοῦ πατρός ;
Πότερον παρανοίας αὐτὸν εἰσαγαγὼν ἕλω,
ἢ τοῖς σοροπηγοῖς τὴν μανίαν αὐτοῦ φράσω ;
ΣΤΡΕΨΙΑΔΗΣ
Φέρ᾿ ἴδω, σὺ τοῦτον τίνα νομίζεις ; Εἰπέ μοι.
ΦΕΙΔΙΠΠΙΔΗΣ
Ἀλεκτρυόνα.
ΣΤΡΕΨΙΑΔΗΣ
῎Καλῶς γε. Ταυτηνὶ δὲ τί ;
ΦΕΙΔΙΠΠΙΔΗΣ
Ἀλεκτρυόν᾿.
ΣΤΡΕΨΙΑΔΗΣ
Ἄμφω ταὐτό ; Καταγέλαστος εἶ.
[850] Μή νυν τὸ λοιπόν, ἀλλὰ τήνδε μὲν καλεῖν
ἀλεκτρύαιναν, τουτονὶ δ᾿ ἀλέκτορα.
ΦΕΙΔΙΠΠΙΔΗΣ
Ἀλεκτρύαιναν ; Ταῦτ᾿ ἔμαθες τὰ δεξιὰ
εἴσω παρελθὼν ἄρτι παρὰ τοὺς γηγενεῖς ;
ΣΤΡΕΨΙΑΔΗΣ
Χἄτερά γε πόλλ᾿· ἀλλ᾿ ὅτι μάθοιμ᾿ ἑκάστοτε
ἐπελανθανόμην ἂν εὐθὺς ὑπὸ πλήθους ἐτῶν.
ΦΕΙΔΙΠΠΙΔΗΣ
Διὰ ταῦτα δὴ καὶ θοἰμάτιον ἀπώλεσας ;
ΣΤΡΕΨΙΑΔΗΣ
Ἀλλ᾿ οὐκ ἀπολώλεκ᾿, ἀλλὰ καταπεφρόντικα.
ΦΕΙΔΙΠΠΙΔΗΣ
Τὰς δ᾿ ἐμβάδας ποῖ τέτροφας, ὦ ᾿νόητε σύ ;
ΣΤΡΕΨΙΑΔΗΣ
Ὥσπερ Περικλέης, εἰς τὸ δέον ἀπώλεσα.
Ἀλλ᾿ ἴθι, βάδιζ᾿, ἴωμεν. Εἶτα τῷ πατρὶ
πιθόμενος ἐξάμαρτε. Κἀγώ τοι ποτὲ
οἶδ᾿ ἑξέτει σοι τραυλίσαντι πιθόμενος.
Ὃν πρῶτον ὀβολὸν ἔλαβον ἠλιαστικόν,
τούτου ᾿πριάμην σοι Διασίοις ἁμαξίδα.
ΦΕΙΔΙΠΠΙΔΗΣ
Ἦ μὴν σὺ τούτοις τῷ χρόνῳ ποτ᾿ ἀχθέσει.
ΣΤΡΕΨΙΑΔΗΣ
Εὖ γ᾿ ὅτι ἐπείσθης. Δεῦρο δεῦρ᾿ ὦ Σώκρατες,
ἔξελθ᾿· ἄγω γάρ σοι τὸν υἱὸν τουτονὶ
ἄκοντ᾿ ἀναπείσας.
ΣΩΚΡΑΤΗΣ
Νηπύτιος γάρ ἐστ᾿ ἔτι
καὶ τῶν κρεμαστῶν οὐ τρίβων τῶν ἐνθάδε.
ΦΕΙΔΙΠΠΙΔΗΣ
Αὐτὸς τρίβων εἴης ἄν, εἰ κρέμαιό γε.
ΣΤΡΕΨΙΑΔΗΣ
Οὐκ εἰς κόρακας ; Καταρᾷ σὺ τῷ διδασκάλῳ ;
ΣΩΚΡΑΤΗΣ
Ἰδοὺ κρέμαι᾿· ὡς ἠλίθιον ἐφθέγξατο
καὶ τοῖσι χείλεσιν διερρυηκόσιν.
Πῶς ἂν μάθοι ποθ᾿ οὗτος ἀπόφευξιν δίκης
ἢ κλῆσιν ἢ χαύνωσιν ἀναπειστηρίαν ;
Καίτοι ταλάντου τοῦτ᾿ ἔμαθεν Ὑπέρβολος.
ΣΤΡΕΨΙΑΔΗΣ
Ἀμέλει δίδασκε. Θυμόσοφός ἐστιν φύσει.
Εὐθύς γε τοι παιδάριον ὂν τυννουτονὶ
ἔπλαττεν ἔνδον οἰκίας ναῦς τ᾿ ἔγλυφεν
ἁμαξίδας τε σκυτίνας ἠργάζετο
κἀκ τῶν σιδίων βατράχους ἐποίει, πῶς δοκεῖς ;
Ὃπως δ᾿ ἐκείνω τὼ λόγω μαθήσεται,
τὸν κρείττον᾿, ὅστις ἐστί, καὶ τὸν ἥττονα,
ὃς τἄδικα λέγων ἀνατρέπει τὸν κρείττονα·
ἐὰν δὲ μή, τὸν γοῦν ἄδικον πάσῃ τέχνῃ.
ΣΩΚΡΑΤΗΣ
Αὐτὸς μαθήσεται παρ᾿ αὐτοῖν τοῖν λόγοιν·
ἐγὼ δ᾿ ἀπέσομαι.
ΣΤΡΕΨΙΑΔΗΣ
Τοῦτό νυν μέμνησ᾿, ὅπως
πρὸς πάντα τὰ δίκαι᾿ ἀντιλέγειν δυνήσεται.
ΔΙΚΑΙΟΣ ΛΟΓΟΣ
Χώρει δευρί· δεῖξον σαυτὸν
τοῖσι θεαταῖς καίπερ θρασὺς ὤν.
ΑΔΙΚΟΣ ΛΟΓΟΣ
Ἴθ᾿ ὅποι χρῄζεις· πολὺ γὰρ μᾶλλόν σ᾿
ἐν τοῖς πολλοῖσι λέγων ἀπολῶ.
ΔΙΚΑΙΟΣ ΛΟΓΟΣ
Ἀπολεῖς σύ ; Τίς ὤν ;
ΑΔΙΚΟΣ ΛΟΓΟΣ
λόγος.
ΔΙΚΑΙΟΣ ΛΟΓΟΣ
Ἥττων γ᾿ ὤν.
ΑΔΙΚΟΣ ΛΟΓΟΣ
Ἀλλά σε νικῶ τὸν ἐμοῦ κρείττω
φάσκοντ᾿ εἶναι.
ΔΙΚΑΙΟΣ ΛΟΓΟΣ
Τί σοφὸν ποιῶν ;
ΑΔΙΚΟΣ ΛΟΓΟΣ
Γνώμας καινὰς ἐξευρίσκων.
ΔΙΚΑΙΟΣ ΛΟΓΟΣ
Ταῦτα γὰρ ἀνθεῖ διὰ τουτουσὶ
τοὺς ἀνοήτους.
ΑΔΙΚΟΣ ΛΟΓΟΣ
Οὔκ, ἀλλὰ σοφούς.
ΔΙΚΑΙΟΣ ΛΟΓΟΣ
Ἀπολῶ σε κακῶς.
[900] ΑΔΙΚΟΣ ΛΟΓΟΣ
Εἰπέ, τί ποιῶν ;
ΔΙΚΑΙΟΣ ΛΟΓΟΣ
Τὰ δίκαια λέγων.
ΑΔΙΚΟΣ ΛΟΓΟΣ
Ἀλλ᾿ ἀνατρέψω ταῦτ᾿ ἀντιλέγων·
οὐδὲ γὰρ εἶναι πάνυ φημὶ Δίκην.
ΔΙΚΑΙΟΣ ΛΟΓΟΣ
Οὐκ εἶναι φῄς ;
ΑΔΙΚΟΣ ΛΟΓΟΣ
Φέρε γάρ, ποῦ ᾿στίν ;
ΔΙΚΑΙΟΣ ΛΟΓΟΣ
Παρὰ τοῖσι θεοῖς.
ΑΔΙΚΟΣ ΛΟΓΟΣ
Πῶς δῆτα Δίκης οὔσης ὁ Ζεὺς
οὐκ ἀπόλωλεν τὸν πατέρ᾿ αὑτοῦ δήσας ;
ΔΙΚΑΙΟΣ ΛΟΓΟΣ
Αἰβοῖ, τουτὶ καὶ δὴ.
Χωρεῖ τὸ κακόν. Δότε μοι λεκάνην.
ΑΔΙΚΟΣ ΛΟΓΟΣ
Τυφογέρων εἶ κἀνάρμοστος.
ΔΙΚΑΙΟΣ ΛΟΓΟΣ
Καταπύγων εἶ κἀναίσχυντος.
ΑΔΙΚΟΣ ΛΟΓΟΣ
Ῥόδα μ᾿ εἴρηκας.
ΔΙΚΑΙΟΣ ΛΟΓΟΣ
Καὶ βωμολόχος.
ΑΔΙΚΟΣ ΛΟΓΟΣ
Κρίνεσι στεφανοῖς.
ΔΙΚΑΙΟΣ ΛΟΓΟΣ
Καὶ πατραλοίας.
ΑΔΙΚΟΣ ΛΟΓΟΣ
Χρυσῷ πάττων μ᾿ οὐ γιγνώσκεις.
ΔΙΚΑΙΟΣ ΛΟΓΟΣ
Οὐ δῆτα πρὸ τοῦ γ᾿, ἀλλὰ μολύβδῳ.
ΑΔΙΚΟΣ ΛΟΓΟΣ
Νῦν δέ γε κόσμος τοῦτ᾿ ἐστὶν ἐμοί.
ΔΙΚΑΙΟΣ ΛΟΓΟΣ
Θρασὺς εἶ πολλοῦ.
ΑΔΙΚΟΣ ΛΟΓΟΣ
Σὺ δέ γ᾿ ἀρχαῖος.
ΔΙΚΑΙΟΣ ΛΟΓΟΣ
Διὰ σὲ δὲ φοιτᾶν
οὐδεὶς ἐθέλει τῶν μειρακίων.
Καὶ γνωσθήσει ποτ᾿ Ἀθηναίοις
οἷα διδάσκεις τοὺς ἀνοήτους.
ΑΔΙΚΟΣ ΛΟΓΟΣ
Αὐχμεῖς αἰσχρῶς.
ΔΙΚΑΙΟΣ ΛΟΓΟΣ
σὺ δέ γ᾿ εὖ πράττεις.
Καίτοι πρότερόν γ᾿ ἐπτώχευες,
Τήλεφος εἶναι Μυσὸς φάσκων
ἐκ πηριδίου
γνώμας τρώγων Πανδελετείους.
ΑΔΙΚΟΣ ΛΟΓΟΣ
Ὤμοι σοφίας.
ΔΙΚΑΙΟΣ ΛΟΓΟΣ
Ὤμοι μανίας
ΑΔΙΚΟΣ ΛΟΓΟΣ
Ἧς ἐμνήσθης.
ΔΙΚΑΙΟΣ ΛΟΓΟΣ
Τῆς σῆς πόλεως θ᾿
ἥτις σε τρέφει
λυμαινόμενον τοῖς μειρακίοις.
ΑΔΙΚΟΣ ΛΟΓΟΣ
Οὐχὶ διδάξεις τοῦτον Κρόνος ὤν.
ΔΙΚΑΙΟΣ ΛΟΓΟΣ
Εἴπερ γ᾿ αὐτὸν σωθῆναι χρὴ
καὶ μὴ λαλιὰν μόνον ἀσκῆσαι.
ΑΔΙΚΟΣ ΛΟΓΟΣ
Δεῦρ᾿ ἴθι, τοῦτον δ᾿ ἔα μαίνεσθαι.
ΔΙΚΑΙΟΣ ΛΟΓΟΣ
Κλαύσει, τὴν χεῖρ᾿ ἢν ἐπιβάλλῃς.
ΧΟΡΟΣ
Παύσασθε μάχης καὶ λοιδορίας.
Ἀλλ᾿ ἐπίδειξαι σύ τε τοὺς προτέρους
ἅττ᾿ ἐδίδασκες, σύ τε τὴν καινὴν
παίδευσιν, ὅπως ἂν ἀκούσας σφῷν
ἀντιλεγόντοιν κρίνας φοιτᾷ.
ΔΙΚΑΙΟΣ ΛΟΓΟΣ
Δρᾶν ταῦτ᾿ ἐθέλω.
ΑΔΙΚΟΣ ΛΟΓΟΣ
Κἄγωγ᾿ ἐθέλω.
ΧΟΡΟΣ
Φέρε δή, πότερος λέξει πρότερος ;
ΑΔΙΚΟΣ ΛΟΓΟΣ
Τούτῳ δώσω·
κᾆτ᾿ ἐκ τούτων ὧν ἂν λέξῃ
ῥηματίοισιν καινοῖς αὐτὸν
καὶ διανοίαις κατατοξεύσω,
τὸ τελευταῖον δ᾿, ἢν ἀναγρύζῃ,
τὸ πρόσωπον ἅπαν καὶ τὠφθαλμὼ
κεντούμενος ὥσπερ ὑπ᾿ ἀνθρηνῶν
ὑπὸ τῶν γνωμῶν ἀπολεῖται.
[950] ΧΟΡΟΣ
Νῦν δείξετον τὼ πισύνω τοῖς περιδεξίοισιν
λόγοισι καὶ φροντίσι καὶ γνωμοτύποις μερίμναις
ὁπότερος αὐτῶν ἀμείνων λέγων φανήσεται. Νῦν γὰρ ἅπας
ἐνθάδε κίνδυνος ἀνεῖται σοφίας,
ἧς πέρι τοῖς ἐμοῖς φίλοις ἐστὶν ἀγὼν μέγιστος.
Ἀλλ᾿ ὦ πολλοῖς τοὺς πρεσβυτέρους ἤθεσι χρηστοῖς στεφανώσας,
ῥῆξον φωνὴν ᾗτινι χαίρεις καὶ τὴν σαυτοῦ φύσιν εἰπέ.
ΔΙΚΑΙΟΣ ΛΟΓΟΣ
Λέξω τοίνυν τὴν ἀρχαίαν παιδείαν ὡς διέκειτο,
ὅτ᾿ ἐγὼ τὰ δίκαια λέγων ἤνθουν καὶ σωφροσύνη ᾿νενόμιστο.
Πρῶτον μὲν ἔδει παιδὸς φωνὴν γρύξαντος μηδέν᾿ ἀκοῦσαι·
εἶτα βαδίζειν ἐν ταῖσιν ὁδοῖς εὐτάκτως εἰς κιθαριστοῦ
τοὺς κωμήτας γυμνοὺς ἁθρόους, κεἰ κριμνώδη κατανείφοι.
Εἶτ᾿ αὖ προμαθεῖν ᾆσμ᾿ ἐδίδασκεν τὼ μηρὼ μὴ ξυνέχοντας,
ἢ Παλλάδα περσέπολιν δεινάν ἢ τηλέπορόν τι βόαμα,
ἐντειναμένους τὴν ἁρμονίαν ἣν οἱ πατέρες παρέδωκαν.
Εἰ δέ τις αὐτῶν βωμολοχεύσαιτ᾿ ἢ κάμψειέν τινα καμπὴν
οἵας οἱ νῦν, τὰς κατὰ Φρῦνιν ταύτας τὰς δυσκολοκάμπτους,
ἐπετρίβετο τυπτόμενος πολλὰς ὡς τὰς Μούσας ἀφανίζων.
Εν παιδοτρίβου δὲ καθίζοντας τὸν μηρὸν ἔδει προβαλέσθαι
τοὺς παῖδας, ὅπως τοῖς ἔξωθεν μηδὲν δείξειαν ἀπηνές·
εἶτ᾿ αὖ πάλιν αὖθις ἀνιστάμενον συμψῆσαι καὶ προνοεῖσθαι
εἴδωλον τοῖσιν ἐρασταῖσιν τῆς ἥβης μὴ καταλείπειν.
Ἠλείψατο δ᾿ ἂν τοὐμφαλοῦ οὐδεὶς παῖς ὑπένερθεν τότ᾿ ἄν, ὥστε
τοῖς αἰδοίοισι δρόσος καὶ χνοῦς ὥσπερ μήλοισιν ἐπήνθει.
Οὐδ᾿ ἂν μαλακὴν φυρασάμενος τὴν φωνὴν πρὸς τὸν ἐραστὴν
αὐτὸς ἑαυτὸν προαγωγεύων τοῖν ὀφθαλμοῖν ἐβάδιζεν.
Οὐδ᾿ ἀνελέσθαι δειπνοῦντ᾿ ἐξῆν κεφάλαιον τῆς ῥαφανῖδος,
οὐδ᾿ ἄννηθον τῶν πρεσβυτέρων ἁρπάζειν οὐδὲ σέλινον,
οὐδ᾿ ὀψοφαγεῖν οὐδὲ κιχλίζειν οὐδ᾿ ἴσχειν τὼ πόδ᾿ ἐναλλάξ.
ΑΔΙΚΟΣ ΛΟΓΟΣ
Ἀρχαῖά γε καὶ Διπολιώδη καὶ τεττίγων ἀνάμεστα
καὶ Κηκείδου καὶ Βουφονίων.
ΔΙΚΑΙΟΣ ΛΟΓΟΣ
Ἀλλ᾿ οὖν ταῦτ᾿ ἐστὶν ἐκεῖνα
ἐξ ὧν ἄνδρας Μαραθωνομάχας ἡμὴ παίδευσις ἔθρεψεν.
Σὺ δὲ τοὺς νῦν εὐθὺς ἐν ἱματίοισι διδάσκεις ἐντετυλίχθαι,
ὥστε μ᾿ ἀπάγχεσθ᾿ ὅταν ὀρχεῖσθαι Παναθηναίοις δέον αὐτοὺς
τὴν ἀσπίδα τῆς κωλῆς προέχων ἀμελῇ τις Τριτογενείης.
Πρὸς ταῦτ᾿, ὦ μειράκιον, θαρρῶν ἐμὲ τὸν κρείττω λόγον αἱροῦ.
Κἀπιστήσει μισεῖν ἀγορὰν καὶ βαλανείων ἀπέχεσθαι,
καὶ τοῖς αἰσχροῖς αἰσχύνεσθαι κἂν σκώπτῃ τίς σε φλέγεσθαι,
καὶ τῶν θάκων τοῖς πρεσβυτέροις ὑπανίστασθαι προσιοῦσιν,
καὶ μὴ περὶ τοὺς σαυτοῦ γονέας σκαιουργεῖν, ἄλλο τε μηδὲν
αἰσχρὸν ποιεῖν ὅτι τῆς Αἰδοῦς μέλλεις τἄγαλμ᾿ ἀναπλήσειν ·
μηδ᾿ εἰς ὀρχηστρίδος εἰσᾴττειν, ἵνα μὴ πρὸς ταῦτα κεχηνὼς
μήλῳ βληθεὶς ὑπὸ πορνιδίου τῆς εὐκλείας ἀποθραυσθῇς,
μηδ᾿ ἀντειπεῖν τῷ πατρὶ μηδὲν μηδ᾿ Ἰαπετὸν καλέσαντα
μνησικακῆσαι τὴν ἡλικίαν ἐξ ἧς ἐνεοττοτροφήθης.
[1000] ΑΔΙΚΟΣ ΛΟΓΟΣ
Εἰ ταῦτ᾿, ὦ μειράκιον, πείσει τούτῳ, νὴ τὸν Διόνυσον
τοῖς Ἱπποκράτους υἱέσιν εἴξεις καί σε καλοῦσι βλιτομάμμαν.
ΔΙΚΑΙΟΣ ΛΟΓΟΣ
Ἀλλ᾿ οὖν λιπαρός γε καὶ εὐανθὴς ἐν γυμνασίοις διατρίψεις,
οὐ στωμύλλων κατὰ τὴν ἀγορὰν τριβολεκτράπελ᾿, οἷάπερ οἱ νῦν,
οὐδ᾿ ἑλκόμενος περὶ πραγματίου γλισχραντιλογεξεπιτρίπτου,
ἀλλ᾿ εἰς Ἀκαδήμειαν κατιὼν ὑπὸ ταῖς μορίαις ἀποθρέξει
στεφανωσάμενος καλάμῳ λευκῷ μετὰ σώφρονος ἡλικιώτου,
σμίλακος ὄζων καὶ ἀπραγμοσύνης καὶ λεύκης φυλλοβολούσης,
ἦρος ἐν ὥρᾳ, χαίρων ὁπόταν πλάτανος πτελέᾳ ψιθυρίζῃ.
Ἤν ταῦτα ποῇς ἁγὼ φράζω
καὶ πρὸς τούτοις προσέχῃς τὸν νοῦν
ἕξεις αἰεὶ
στῆθος λιπαρόν, χροιὰν λαμπράν,
ὤμους μεγάλους, γλῶτταν βαιάν,
πυγὴν μεγάλην, πόσθην μικράν·
ἢν δ᾿ ἅπερ οἱ νῦν ἐπιτηδεύῃς,
πρῶτα μὲν ἕξεις
χροιὰν ὠχράν, ὤμους μικρούς,
στῆθος λεπτόν, γλῶτταν μεγάλην,
κωλῆν μικράν, ψήφισμα μακρόν,
καί σ᾿ ἀναπείσει τὸ μὲν αἰσχρὸν ἅπαν
καλὸν ἡγεῖσθαι, τὸ καλὸν δ᾿ αἰσχρόν,
καὶ πρὸς τούτοις τῆς Ἀντιμάχου
καταπυγοσύνης σ᾿ ἀναπλήσει.
ΧΟΡΟΣ
Ὤ καλλίπυργον σοφίαν κλεινοτάτην ἐπασκῶν,
ὡς ἡδύ σου τοῖσι λόγοις σῶφρον ἔπεστιν ἄνθος.
Εὐδαίμονες ἄρ᾿ ἦσαν οἱ ζῶντες τότ᾿ ἐπι τῶν προτέρων.
Πρὸς τάδε σ᾿, ὦ κομψοπρεπῆ μοῦσαν ἔχων,
δεῖ σε λέγειν τι καινόν, ὡς εὐδοκίμηκεν ἁνήρ.
Δεινῶν δέ σοι βουλευμάτων ἔοικε δεῖν πρὸς αὐτόν,
εἴπερ τὸν ἄνδρ᾿ ὑπερβαλεῖ καὶ μὴ γέλωτ᾿ ὀφλήσεις.
ΑΔΙΚΟΣ ΛΟΓΟΣ
Καὶ μὴν πάλαι ᾿γὼ ᾿πνιγόμην τὰ σπλάγχνα κἀπεθύμουν
ἅπαντα ταῦτ᾿ ἐναντίαις γνώμαισι συνταράξαι.
Ἐγὼ γὰρ ἥττων μὲν λόγος δι᾿ αὐτὸ τοῦτ᾿ ἐκλήθην
ἐν τοῖσι φροντισταῖσιν, ὅτι πρώτιστος ἐπενόησα
τοῖσιν νόμοις καὶ ταῖς δίκαις τἀναντί᾿ ἀντιλέξαι.
Καὶ τοῦτο πλεῖν ἢ μυρίων ἔστ᾿ ἄξιον στατήρων,
αἱρούμενον τοὺς ἥττονας λόγους ἔπειτα νικᾶν.
Σκέψαι δὲ τὴν παίδευσιν ᾗ πέποιθεν, ὡς ἐλέγξω,
ὅστις σε θερμῷ φησὶ λοῦσθαι πρῶτον οὐκ ἐάσειν.
Καίτοι τίνα γνώμην ἔχων ψέγεις τὰ θερμὰ λουτρά ;
ΔΙΚΑΙΟΣ ΛΟΓΟΣ
Ὁτιὴ κάκιστόν ἐστι καὶ δειλὸν ποεῖ τὸν ἄνδρα.
ΑΔΙΚΟΣ ΛΟΓΟΣ
Ἐπίσχες· εὐθὺς γάρ σε μέσον ἔχω λαβὼν ἄφυκτον.
Καί μοι φράσον· τῶν τοῦ Διὸς παίδων τίν᾿ ἄνδρ᾿ ἄριστον
ψυχὴν νομίζεις, εἰπέ, καὶ πλείστους πόνους πονῆσαι ;
[1050] ΔΙΚΑΙΟΣ ΛΟΓΟΣ
Ἐγὼ μὲν οὐδέν᾿ Ἡρακλέους βελτίον᾿ ἄνδρα κρίνω.
ΑΔΙΚΟΣ ΛΟΓΟΣ
Ποῦ ψυχρὰ δῆτα πώποτ᾿ εἶδες Ἡράκλεια λουτρά ;
Καίτοι τίς ἀνδρειότερος ἦν ;
ΔΙΚΑΙΟΣ ΛΟΓΟΣ
Ταῦτ᾿ ἐστί, ταῦτ᾿, ἐκεῖνα
ἃ τῶν νεανίσκων ἀεὶ δι᾿ ἡμέρας λαλούντων
πλῆρες τὸ βαλανεῖον ποιεῖ κενὰς δὲ τὰς παλαίστρας.
ΑΔΙΚΟΣ ΛΟΓΟΣ
Εἶτ᾿ ἐν ἀγορᾷ τὴν διατριβὴν ψέγεις, ἐγὼ δ᾿ ἐπαινῶ.
Εἰ γὰρ πονηρὸν ἦν, Ὅμηρος οὐδέποτ᾿ ἂν ἐποίει
τὸν Νέστορ᾿ ἀγορητὴν ἄν, οὐδὲ τοὺς σοφοὺς ἅπαντας.
Ἂνειμι δῆτ᾿ ἐντεῦθεν εἰς τὴν γλῶτταν, ἣν ὁδὶ μὲν
οὔ φησι χρῆναι τοὺς νέους ἀσκεῖν, ἐγὼ δέ φημι.
Καὶ σωφρονεῖν αὖ φησὶ χρῆναι, δύο κακὼ μεγίστω.
Ἐπεὶ σὺ διὰ τὸ σωφρονεῖν τῷ πώποτ᾿ εἶδες ἤδη
ἀγαθόν τι γενόμενον ; Φράσον, καί μ᾿ ἐξέλεγξον εἰπών.
ΔΙΚΑΙΟΣ ΛΟΓΟΣ
Πολλοῖς. Ὀ γοῦν Πηλεὺς ἔλαβε διὰ τοῦτο τὴν μάχαιραν.
ΑΔΙΚΟΣ ΛΟΓΟΣ
Μάχαιραν ; Ἀστεῖόν γε κέρδος ἔλαβεν ὁ κακοδαίμων.
Ὑπέρβολος δ᾿ οὑκ τῶν λύχνων πλεῖν ἢ τάλαντα πολλὰ
εἴληφε διὰ πονηρίαν, ἀλλ᾿ οὐ μὰ Δί᾿ οὐ μάχαιραν.
ΔΙΚΑΙΟΣ ΛΟΓΟΣ
Καὶ τὴν Θέτιν γ᾿ ἔγημε διὰ τὸ σωφρονεῖν ὁ Πηλεύς.
ΑΔΙΚΟΣ ΛΟΓΟΣ
Κᾆτ᾿ ἀπολιποῦσά γ᾿ αὐτὸν ᾤχετ᾿· οὐ γὰρ ἦν ὑβριστὴς
οὐδ᾿ ἡδὺς ἐν τοῖς στρώμασιν τὴν νύκτα παννυχίζειν·
γυνὴ δὲ σιναμωρουμένη χαίρει. Σὺ δ᾿ εἶ Κρόνιππος.
Σκέψαι γάρ, ὦ μειράκιον, ἐν τῷ σωφρονεῖν ἅπαντα
ἅνεστιν, ἡδονῶν θ᾿ ὅσων μέλλεις ἀποστερεῖσθαι·
παίδων, γυναικῶν, κοττάβων, ὄψων, πότων, καχασμῶν.
Καίτοι τί σοι ζῆν ἄξιον, τούτων ἐὰν στερηθῇς ;
Εἶἑν. Πάρειμ᾿ ἐντεῦθεν εἰς τὰς τῆς φύσεως ἀνάγκας.
ἥμαρτες, ἠράσθης, ἐμοίχευσάς τι, κᾆτ᾿ ἐλήφθης.
Ἀπόλωλας· ἀδύνατος γὰρ εἶ λέγειν. Ἐμοὶ δ᾿ ὁμιλῶν
χρῶ τῇ φύσει, σκίρτα, γέλα, νόμιζε μηδὲν αἰσχρόν.
Μοιχὸς γὰρ ἢν τύχῃς ἁλούς, τάδ᾿ ἀντερεῖς πρὸς αὐτόν,
ὡς οὐδὲν ἠδίκηκας· εἶτ᾿ εἰς τὸν Δί᾿ ἐπανενεγκεῖν,
κἀκεῖνος ὡς ἥττων ἔρωτός ἐστι καὶ γυναικῶν·
καίτοι σὺ θνητὸς ὢν θεοῦ πῶς μεῖζον ἂν δύναιο ;
ΔΙΚΑΙΟΣ ΛΟΓΟΣ
Τί δ᾿ ἢν ῥαφανιδωθῇ πιθόμενός σοι τέφρᾳ τε τιλθῇ ;
Ἓξει τινὰ γνώμην λέγειν τὸ μὴ εὐρύπρωκτος εἶναι ;
ΑΔΙΚΟΣ ΛΟΓΟΣ
Ἤν δ᾿ εὐρύπρωκτος ᾖ, τί πείσεται κακόν ;
ΔΙΚΑΙΟΣ ΛΟΓΟΣ
Τί μὲν οὖν ἂν ἔτι μεῖζον πάθοι τούτου ποτέ ;
ΑΔΙΚΟΣ ΛΟΓΟΣ
Τί δῆτ᾿ ἐρεῖς, ἢν τοῦτο νικηθῇς ἐμοῦ ;
ΔΙΚΑΙΟΣ ΛΟΓΟΣ
Σιγήσομαι. Τί δ᾿ ἄλλο ;
ΑΔΙΚΟΣ ΛΟΓΟΣ
Φέρε δή μοι φράσον,
συνηγοροῦσιν ἐκ τίνων ;
ΔΙΚΑΙΟΣ ΛΟΓΟΣ
Ἐξ εὐρυπρώκτων.
ΑΔΙΚΟΣ ΛΟΓΟΣ
Πείθομαι.
Τί δαί ; Τραγῳδοῦσ᾿ ἐκ τίνων ;
ΔΙΚΑΙΟΣ ΛΟΓΟΣ
Ἐξ εὐρυπρώκτων.
ΑΔΙΚΟΣ ΛΟΓΟΣ
Εὖ λέγεις.
Δημηγοροῦσι δ᾿ ἐκ τίνων ;
ΔΙΚΑΙΟΣ ΛΟΓΟΣ
Ἐξ εὐρυπρώκτων.
ΑΔΙΚΟΣ ΛΟΓΟΣ
Ἄρα δῆτ᾿
ἔγνωκας ὡς οὐδὲν λέγεις ;
Καὶ τῶν θεατῶν ὁπότεροι πλείους σκόπει.
ΔΙΚΑΙΟΣ ΛΟΓΟΣ
Καὶ δὴ σκοπῶ.
ΑΔΙΚΟΣ ΛΟΓΟΣ
Τί δῆθ᾿ ὁρᾷς ;
ΔΙΚΑΙΟΣ ΛΟΓΟΣ
Πολὺ πλείονας, νὴ τοὺς θεούς,
τοὺς εὐρυπρώκτους.
[1100] Τουτονὶ γοῦν οἶδ᾿ ἐγὼ κἀκεινονὶ
καὶ τὸν κομήτην τουτονί.
ΑΔΙΚΟΣ ΛΟΓΟΣ
Τί δῆτ᾿ ἐρεῖς ;
ΔΙΚΑΙΟΣ ΛΟΓΟΣ
Ἡττήμεθ᾿. Ὀ κινούμενοι,
πρὸς τῶν θεῶν δέξασθέ μου θοἰμάτιον, ὡς
ἐξαυτομολῶ πρὸς ὑμᾶς.
ΑΔΙΚΟΣ ΛΟΓΟΣ
Τί δῆτα ; Πότερα τοῦτον ἀπάγεσθαι λαβὼν
βούλει τὸν υἱόν, ἢ διδάσκω σοι λέγειν ;
ΣΤΡΕΨΙΑΔΗΣ
Δίδασκε καὶ κόλαζε καὶ μέμνησ᾿ ὅπως
εὖ μοι στομώσεις αὐτόν, ἐπὶ μὲν θάτερα
οἷον δικιδίοις, τὴν δ᾿ ἑτέραν αὐτοῦ γνάθον
στόμωσον οἵαν εἰς τὰ μείζω πράγματα.
ΑΔΙΚΟΣ ΛΟΓΟΣ
Ἀμέλει, κομιεῖ τοῦτον σοφιστὴν δεξιόν.
ΦΕΙΔΙΠΠΙΔΗΣ
Ὠχρὸν μὲν οὖν οἶμαί γε καὶ κακοδαίμονα.
ΧΟΡΟΣ
Χωρεῖτέ νυν. Οἶμαι δὲ σοὶ ταῦτα μεταμελήσειν.
Τοὺς κριτὰς ἃ κερδανοῦσιν, ἤν τι τόνδε τὸν χορὸν
ὠφελῶσ᾿ ἐκ τῶν δικαίων, βουλόμεσθ᾿ ἡμεῖς φράσαι.
Πρῶτα μὲν γάρ, ἢν νεᾶν βούλησθ᾿ ἐν ὥρᾳ τοὺς ἀγρούς,
ὕσομεν πρώτοισιν ὑμῖν, τοῖσι δ᾿ ἄλλοις ὕστερον.
Εἶτα τὸν καρπὸν τεκούσας ἀμπέλους φυλάξομεν,
ὥστε μήτ᾿ αὐχμὸν πιέζειν μήτ᾿ ἄγαν ἐπομβρίαν.
Ἤν δ᾿ ἀτιμάσῃ τις ἡμᾶς θνητὸς ὢν οὔσας θεάς,
προσεχέτω τὸν νοῦν πρὸς ἡμῶν οἷα πείσεται κακά,
λαμβάνων οὔτ᾿ οἶνον οὔτ᾿ ἄλλ᾿ οὐδὲν ἐκ τοῦ χωρίου.
Ἡνίκ᾿ ἂν γὰρ αἵ τ᾿ ἐλαῖαι βλαστάνωσ᾿ αἵ τ᾿ ἄμπελοι,
ἀποκεκόψονται· τοιαύταις σφενδόναις παιήσομεν.
Ἤν δὲ πλινθεύοντ᾿ ἴδωμεν, ὕσομεν καὶ τοῦ τέγους
τὸν κέραμον αὐτοῦ χαλάζαις στρογγύλαις συντρίψομεν.
Κἂν γαμῇ ποτ᾿ αὐτὸς ἢ τῶν ξυγγενῶν ἢ τῶν φίλων,
ὕσομεν τὴν νύκτα πᾶσαν, ὥστ᾿ ἴσως βουλήσεται
κἂν ἐν Αἰγύπτῳ τυχεῖν ὢν μᾶλλον ἢ κρῖναι κακῶς.
ΣΤΡΕΨΙΑΔΗΣ
Πέμπτη, τετράς, τρίτη· μετὰ ταύτην δευτέρα·
εἶθ᾿ ἣν ἐγὼ μάλιστα πασῶν ἡμερῶν
δέδοικα καὶ πέφρικα καὶ βδελύττομαι,
εὐθὺς μετὰ ταύτην ἔσθ᾿ ἕνη τε καὶ νέα.
Πᾶς γάρ τις ὀμνύς, οἷς ὀφείλων τυγχάνω,
θείς μοι πρυτανεῖ᾿ ἀπολεῖν μέ φησι κἀξολεῖν.
Κἀμοῦ μέτριά τε καὶ δίκαι᾿ αἰτουμένου,
ὦ δαιμόνιε, τὸ μέν τι νυνὶ μὴ λάβῃς,
τὸ δ᾿ ἀναβαλοῦ μοι, τὸ δ᾿ ἄφεσ, οὔ φασίν ποτε
οὕτως ἀπολήψεσθ᾿, ἀλλὰ λοιδοροῦσί με
ὡς ἄδικός εἰμι, καὶ δικάσεσθαί φασί μοι.
Νῦν οὖν δικαζέσθων. Ὀλίγον γάρ μοι μέλει,
εἴπερ μεμάθηκεν εὖ λέγειν Φειδιππίδης.
Τάχα δ᾿ εἴσομαι κόψας τὸ φροντιστήριον.
Παῖ, ἠμί, παῖ, παῖ.
ΣΩΚΡΑΤΗΣ
Στρεψιάδην ἀσπάζομαι.
ΣΤΡΕΨΙΑΔΗΣ
Κἄγωγέ σ᾿. Ἀλλὰ τουτονὶ πρῶτον λαβέ.
Χρὴ γὰρ ἐπιθαυμάζειν τι τὸν διδάσκαλον.
Καί μοι τὸν υἱόν, εἰ μεμάθηκε τὸν λόγον
ἐκεῖνον, εἴφ᾿, ὃν ἀρτίως εἰσήγαγες.
[1150] ΣΩΚΡΑΤΗΣ
Μεμάθηκεν.
ΣΤΡΕΨΙΑΔΗΣ
Εὖ γ᾿, ὦ παμβασίλει᾿ Ἀπαιόλη.
ΣΩΚΡΑΤΗΣ
Ὥστ᾿ ἀποφύγοις ἂν ἥντιν᾿ ἂν βούλῃ δίκην.
ΣΤΡΕΨΙΑΔΗΣ
Κεἰ μάρτυρες παρῆσαν ὅτ᾿ ἐδανειζόμην ;
ΣΩΚΡΑΤΗΣ
Πολλῷ γε μᾶλλον, κἂν παρῶσι χίλιοι.
ΣΤΡΕΨΙΑΔΗΣ
Βοάσομαι τἄρα τὰν ὑπέρτονον
βοάν. Ἰώ, κλάετ᾿ ὦβολοστάται,
αὐτοί τε καὶ τἀρχαῖα καὶ τόκοι τόκων.
Οὐδὲν γὰρ ἄν με φλαῦρον ἐργάσαισθ᾿ ἔτι,
οἷος ἐμοὶ τρέφεται
τοῖσδ᾿ ἐνὶ δώμασι παῖς
ἀμφήκει γλώττῃ λάμπων,
πρόβολος ἐμός, σωτὴρ δόμοις, ἐχθροῖς βλάβη,
λυσανίας πατρῴων μεγάλων κακῶν·
͵ὃν κάλεσον τρέχων ἔνδοθεν ὡς ἐμέ.
Ὤ τέκνον, ὦ παῖ, ἔξελθ᾿ οἴκων,
ἄϊε σοῦ πατρός.
ΣΩΚΡΑΤΗΣ
Ὅδ᾿ ἐκεῖνος ἀνήρ.
ΣΤΡΕΨΙΑΔΗΣ
Ὤ φίλος, ὦ φίλος.
ΣΩΚΡΑΤΗΣ
Ἄπιθι λαβών.
ΣΤΡΕΨΙΑΔΗΣ
Ἰὼ ἰώ, τέκνον. Ἰώ, ἰοῦ ἰοῦ.
Ὡς ἥδομαί σου πρῶτα τὴν χροιὰν ἰδών.
Νῦν μέν γ᾿ ἰδεῖν εἶ πρῶτον ἐξαρνητικὸς
κἀντιλογικός, καὶ τοῦτο τοὐπιχώριον
ἀτεχνῶς ἐπανθεῖ, τὸ τί λέγεις σύ ; Καὶ δοκεῖν
ἀδικοῦντ᾿ ἀδικεῖσθαι, καὶ κακουργοῦντ᾿, οἶδ᾿ ὅτι.
Ἐπὶ τοῦ προσώπου τ᾿ ἐστὶν Ἀττικὸν βλέπος.
Νῦν οὖν ὅπως σώσεις μ᾿, ἐπεὶ κἀπώλεσας.
ΦΕΙΔΙΠΠΙΔΗΣ
Φοβεῖ δὲ δὴ τί ;
ΣΤΡΕΨΙΑΔΗΣ
Τὴν ἕνην τε καὶ νέαν.
ΦΕΙΔΙΠΠΙΔΗΣ
Ἕνη γάρ ἐστι καὶ νέα τις ἡμέρα ;
ΣΤΡΕΨΙΑΔΗΣ
Εἰς ἥν γε θήσειν τὰ πρυτανεῖά φασί μοι.
ΦΕΙΔΙΠΠΙΔΗΣ
Ἀπολοῦσ᾿ ἄρ᾿ αὔθ᾿ οἱ θέντες. Οὐ γάρ ἐσθ᾿ ὅπως
μί᾿ ἡμέρα γένοιτ᾿ ἂν ἡμέραι δύο.
ΣΤΡΕΨΙΑΔΗΣ
Οὐκ ἂν γένοιτο ;
ΦΕΙΔΙΠΠΙΔΗΣ
Πῶς γάρ, εἰ μή περ γ᾿ ἅμα
αὑτὴ γένοιτ᾿ ἂν γραῦς τε καὶ νέα γυνή.
ΣΤΡΕΨΙΑΔΗΣ
Καὶ μὴν νενόμισταί γ᾿.
ΦΕΙΔΙΠΠΙΔΗΣ
Οὐ γὰρ οἶμαι τὸν νόμον
ἴσασιν ὀρθῶς ὅτι νοεῖ.
ΣΤΡΕΨΙΑΔΗΣ
Νοεῖ δὲ τί ;
ΦΕΙΔΙΠΠΙΔΗΣ
ὁ Σόλων ὁ παλαιὸς ἦν φιλόδημος τὴν φύσιν.
ΣΤΡΕΨΙΑΔΗΣ
Τουτὶ μὲν οὐδέν πω πρὸς ἕνην τε καὶ νέαν.
ΦΕΙΔΙΠΠΙΔΗΣ
Ἐκεῖνος οὖν τὴν κλῆσιν εἰς δύ᾿ ἡμέρας
ἔθηκεν, εἴς γε τὴν ἕνην τε καὶ νέαν,
ἵν᾿ αἱ θέσεις γίγνοιντο τῇ νουμηνίᾳ.
ΣΤΡΕΨΙΑΔΗΣ
Ἳνα δὴ τί τὴν ἕνην προσέθηκεν ;
ΦΕΙΔΙΠΠΙΔΗΣ
Ἵν᾿, ὦ μέλε,
παρόντες οἱ φεύγοντες ἡμέρᾳ μιᾷ
πρότερον ἀπαλλάττοινθ᾿ ἑκόντες· εἰ δὲ μή,
ἕωθεν ὑπανιῷντο τῇ νουμηνίᾳ.
ΣΤΡΕΨΙΑΔΗΣ
Πῶς οὐ δέχονται δῆτα τῇ νουμηνίᾳ
ἁρχαὶ τὰ πρυτανεῖ᾿, ἀλλ᾿ ἕνῃ τε καὶ νέᾳ ;
ΦΕΙΔΙΠΠΙΔΗΣ
Ὅπερ οἱ προτένθαι γὰρ δοκοῦσί μοι παθεῖν·
ὅπως τάχιστα τὰ πρυτανεῖ᾿ ὑφελοίατο,
[1200] διὰ τοῦτο προυτένθευσαν ἡμέρᾳ μιᾷ.
ΣΤΡΕΨΙΑΔΗΣ
Εὖ γ᾿. Ὀ κακοδαίμονες, τί κάθησθ᾿ ἀβέλτεροι,
ἡμέτερα κέρδη τῶν σοφῶν, ὄντες λίθοι,
ἀριθμός, πρόβατ᾿ ἄλλως, ἀμφορῆς νενησμένοι ;
Ὣστ᾿ εἰς ἐμαυτὸν καὶ τὸν υἱὸν τουτονὶ
ἐπ᾿ εὐτυχίαισιν ᾀστέον μοὐγκώμιον.
« ῭Μάκαρ ὦ Στρεψίαδες
αὐτός τ᾿ ἔφυς, ὡς σοφός,
χοἶον τὸν υἱὸν τρέφεις »,
φήσουσι δή μ᾿ οἱ φίλοι
χοἰ δημόται
ζηλοῦντες ἡνίκ᾿ ἂν σὺ νικᾷς λέγων τὰς δίκας.
Ἀλλ᾿ εἰσάγων σε βούλομαι πρῶτον ἑστιᾶσαι.
ΔΑΝΕΙΣΤΗΣ Α.
Εἶτ᾿ ἄνδρα τῶν αὑτοῦ τι χρὴ προϊέναι ;
Οὐδέποτέ γ᾿, ἀλλὰ κρεῖττον εὐθὺς ἦν τότε
ἀπερυθριᾶσαι μᾶλλον ἢ σχεῖν πράγματα,
ὅτε τῶν ἐμαυτοῦ γ᾿ ἕνεκα νυνὶ χρημάτων
ἕλκω σε κλητεύσοντα, καὶ γενήσομαι
ἐχθρὸς ἔτι πρὸς τούτοισιν ἀνδρὶ δημότῃ.
Ἀτὰρ οὐδέποτέ γε τὴν πατρίδα καταισχυνῶ
ζῶν, ἀλλὰ καλοῦμαι Στρεψιάδην
ΣΤΡΕΨΙΑΔΗΣ
Τίς οὑτοσί ;
ΔΑΝΕΙΣΤΗΣ Α.
Εἰς τὴν ἕνην τε καὶ νέαν.
ΣΤΡΕΨΙΑΔΗΣ
Μαρτύρομαι
ὅτι εἰς δύ᾿ εἶπεν ἡμέρας. Τοῦ χρήματος ;
ΔΑΝΕΙΣΤΗΣ Α.
Τῶν δώδεκα μνῶν, ἃς ἔλαβες ὠνούμενος
τὸν ψαρὸν ἵππον.
ΣΤΡΕΨΙΑΔΗΣ
Ἵππον ; Οὐκ ἀκούετε ;
Ὃν πάντες ὑμεῖς ἴστε μισοῦνθ᾿ ἱππικήν.
ΔΑΝΕΙΣΤΗΣ Α.
Καὶ νὴ Δί᾿ ἀποδώσειν γ᾿ ἐπώμνυς τοὺς θεούς.
ΣΤΡΕΨΙΑΔΗΣ
Μὰ τὸν Δί᾿ οὐ γάρ πω τότ᾿ ἐξηπίστατο
Φειδιππίδης μοι τὸν ἀκατάβλητον λόγον.
ΔΑΝΕΙΣΤΗΣ Α.
Νῦν δὲ διὰ τοῦτ᾿ ἔξαρνος εἶναι διανοεῖ ;
ΣΤΡΕΨΙΑΔΗΣ
Τί γὰρ ἄλλ᾿ ἂν ἀπολαύσαιμι τοῦ μαθήματος ;
ΔΑΝΕΙΣΤΗΣ Α.
Καὶ ταῦτ᾿ ἐθελήσεις ἀπομόσαι μοι τοὺς θεοὺς
ἵν᾿ ἂν κελεύσω ᾿γώ σε ;
ΣΤΡΕΨΙΑΔΗΣ
Τοὺς ποίους θεούς ;
ΔΑΝΕΙΣΤΗΣ Α.
Τὸν Δία, τὸν Ἑρμῆν, τὸν Ποσειδῶ.
ΣΤΡΕΨΙΑΔΗΣ
Νὴ Δία,
κἂν προσκαταθείην γ᾿, ὥστ᾿ ὀμόσαι, τριώβολον.
ΔΑΝΕΙΣΤΗΣ Α.
Ἀπόλοιο τοίνυν ἕνεκ᾿ ἀναιδείας ἔτι.
ΣΤΡΕΨΙΑΔΗΣ
Ἁλσὶν διασμηχθεὶς ὄναιτ᾿ ἂν οὑτοσί.
ΔΑΝΕΙΣΤΗΣ Α.
Οἴμ᾿ ὡς καταγελᾷς.
ΣΤΡΕΨΙΑΔΗΣ
ἓξ χοᾶς χωρήσεται.
ΔΑΝΕΙΣΤΗΣ Α.
Οὔ τοι μὰ τὸν Δία τὸν μέγαν καὶ τοὺς θεοὺς
ἐμοῦ καταπροίξει.
ΣΤΡΕΨΙΑΔΗΣ
Θαυμασίως ἥσθην θεοῖς,
καὶ Ζεὺς γελοῖος ὀμνύμενος τοῖς εἰδόσιν.
ΔΑΝΕΙΣΤΗΣ Α.
Ἦ μὴν σὺ τούτων τῷ χρόνῳ δώσεις δίκην.
Ἀλλ᾿ εἴτ᾿ ἀποδώσεις μοι τὰ χρήματ᾿ εἴτε μή,
ἀπόπεμψον ἀποκρινάμενος.
ΣΤΡΕΨΙΑΔΗΣ
Ἔχε νυν ἥσυχος·
ἐγὼ γὰρ αὐτίκ᾿ ἀποκρινοῦμαί σοι σαφῶς.
ΔΑΝΕΙΣΤΗΣ Α.
Τί σοι δοκεῖ δράσειν ; Ἀποδώσειν σοι δοκεῖ ;
ΣΤΡΕΨΙΑΔΗΣ
Ποῦ ᾿σθ᾿ οὗτος ἁπαιτῶν με τἀργύριον ; Λέγε,
τουτὶ τί ἐστι ;
ΔΑΝΕΙΣΤΗΣ Α.
Τοῦθ᾿ ὅ τι ἐστί ; Κάρδοπος.
ΣΤΡΕΨΙΑΔΗΣ
Ἓπειτ᾿ ἀπαιτεῖς ἀργύριον τοιοῦτος ὤν ;
[1250] Οὐκ ἂν ἀποδοίην οὐδ᾿ ἂν ὀβολὸν οὐδενὶ,
ὅστις καλέσειε κάρδοπον τὴν καρδόπην.
ΔΑΝΕΙΣΤΗΣ Α.
Οὐκ ἄρ᾿ ἀποδώσεις ;
ΣΤΡΕΨΙΑΔΗΣ
Οὐχ ὅσον γ᾿ ἔμ᾿ εἰδέναι.
Οὔκουν ἁνύσας τι θᾶττον ἀπολιταργιεῖς
ἀπὸ τῆς θύρας ;
ΔΑΝΕΙΣΤΗΣ Α.
Ἄπειμι· καὶ τοῦτ᾿ ἴσθ᾿, ὅτι
θήσω πρυτανεῖ᾿, ἢ μηκέτι ζῴην ἐγώ.
ΣΤΡΕΨΙΑΔΗΣ
Προσαποβαλεῖς ἄρ᾿ αὐτὰ πρὸς ταῖς δώδεκα.
Καίτοι σε τοῦτό γ᾿ οὐχὶ βούλομαι παθεῖν
ὁτιὴ ᾿κάλεσας εὐηθικῶς τὴν κάρδοπον.
ΔΑΝΕΙΣΤΗΣ Β.
Ἰώ μοι μοι.
ΣΤΡΕΨΙΑΔΗΣ
Ἒα· τίς οὑτος ἔσθ᾿ ὁ θρηνῶν ; Οὔ τι που
τῶν Καρκίνου τις δαιμόνων ἐφθέγξατο ;
ΔΑΝΕΙΣΤΗΣ Α.
Τί δ᾿, ὅστις εἰμί, τοῦτο βούλεσθ᾿ εἰδέναι ;
Ἀνὴρ κακοδαίμων.
ΣΤΡΕΨΙΑΔΗΣ
Κατὰ σεαυτόν νυν τρέπου.
ΔΑΝΕΙΣΤΗΣ Α.
Ὤ σκληρὲ δαῖμον· ὦ τύχαι θραυσάντυγες
ἵππων ἐμῶν· ὦ Παλλάς, ὥς μ᾿ ἀπώλεσας.
ΣΤΡΕΨΙΑΔΗΣ
Τί δαί σε Τλημπόλεμός ποτ᾿ εἴργασται κακόν ;
ΔΑΝΕΙΣΤΗΣ Α.
Μὴ σκῶπτέ μ᾿, ὦ τᾶν, ἀλλά μοι τὰ χρήματα
τὸν υἱὸν ἀποδοῦναι κέλευσον ἅλαβεν,
ἄλλως τε μέντοι καὶ κακῶς πεπραγότι.
ΣΤΡΕΨΙΑΔΗΣ
Τὰ ποῖα ταῦτα χρήμαθ᾿ ;
ΔΑΝΕΙΣΤΗΣ Α.
Ἁδανείσατο.
ΣΤΡΕΨΙΑΔΗΣ
Κακῶς ἄρ᾿ ὄντως εἶχες, ὥς γ᾿ ἐμοὶ δοκεῖς.
ΔΑΝΕΙΣΤΗΣ Α.
ἵππους γ᾿ ἐλαύνων ἐξέπεσον νὴ τοὺς θεούς.
ΣΤΡΕΨΙΑΔΗΣ
Τί δῆτα ληρεῖς ὥσπερ ἀπ᾿ ὄνου καταπεσών ;
ΔΑΝΕΙΣΤΗΣ Α.
Ληρῶ, τὰ χρήματ᾿ ἀπολαβεῖν εἰ βούλομαι ;
ΣΤΡΕΨΙΑΔΗΣ
Οὐκ ἔσθ᾿ ὅπως σύ γ᾿ αὐτὸς ὑγιαίνεις.
ΔΑΝΕΙΣΤΗΣ Α.
Τί δαί ;
ΣΤΡΕΨΙΑΔΗΣ
Τὸν ἐγκέφαλον ὥσπερ σεσεῖσθαί μοι δοκεῖς.
ΔΑΝΕΙΣΤΗΣ Α.
Σὺ δὲ νὴ τὸν Ἑρμῆν προσκεκλήσεσθαί γ᾿ ἐμοί,
εἰ μὴ ᾿ποδώσεις τἀργύριον.
ΣΤΡΕΨΙΑΔΗΣ
Κάτειπέ νυν·
Πότερα νομίζεις καινὸν αἰεὶ τὸν Δία
ὕειν ὕδωρ ἑκάστοτ᾿, ἢ τὸν ἥλιον
ἕλκειν κάτωθεν ταὐτὸ τοῦθ᾿ ὕδωρ πάλιν ;
ΔΑΝΕΙΣΤΗΣ Α.
Οὐκ οἶδ᾿ ἔγωγ᾿ ὁπότερον, οὐδέ μοι μέλει.
ΣΤΡΕΨΙΑΔΗΣ
Πῶς οὖν ἀπολαβεῖν τἀργύριον δίκαιος εἶ,
εἰ μηδὲν οἶσθα τῶν μετεώρων πραγμάτων ;
ΔΑΝΕΙΣΤΗΣ Α.
Ἀλλ᾿ εἰ σπανίζεις τἀργυρίου μοι τὸν τόκον
ἀπόδοτε.
ΣΤΡΕΨΙΑΔΗΣ
Τοῦτο δ᾿ ἔσθ᾿, ὁ τόκος, τί θηρίον ;
ΔΑΝΕΙΣΤΗΣ Α.
Τί δ᾿ ἄλλο γ᾿ ἢ κατὰ μῆνα καὶ καθ᾿ ἡμέραν
πλέον πλέον τἀργύριον αἰεὶ γίγνεται
ὑπορρέοντος τοῦ χρόνου ;
ΣΤΡΕΨΙΑΔΗΣ
Καλῶς λέγεις.
Τί δῆτα ; Τὴν θάλαττάν ἐσθ᾿ ὅτι πλείονα
νυνὶ νομίζεις ἢ πρὸ τοῦ ;
ΔΑΝΕΙΣΤΗΣ Α.
Μὰ Δί᾿, ἀλλ᾿ ἴσην.
Οὐ γὰρ δίκαιον πλείον᾿ εἶναι.
ΣΤΡΕΨΙΑΔΗΣ
Κᾆτα πῶς
αὕτη μέν, ὦ κακόδαιμον, οὐδὲν γίγνεται
ἐπιρρεόντων τῶν ποταμῶν πλείων, σὺ δὲ
ζητεῖς ποῆσαι τἀργύριον πλέον τὸ σόν ;
Οὐκ ἀποδιώξει σαυτὸν ἀπὸ τῆς οἰκίας ;
Φέρε μοι τὸ κέντρον.
ΔΑΝΕΙΣΤΗΣ B.
Ταῦτ᾿ ἐγὼ μαρτύρομαι.
ΣΤΡΕΨΙΑΔΗΣ
Ὓπαγε. Τί μέλλεις ; Οὐκ ἐλᾷς, ὦ σαμφόρα ;
ΔΑΝΕΙΣΤΗΣ B.
Ταῦτ᾿ οὐχ ὕβρις δῆτ᾿ ἐστίν ;
ΣΤΡΕΨΙΑΔΗΣ
Ἄιξεις ; Ἐφιαλῶ
[1300] κεντῶν ὑπὸ τὸν πρωκτόν σε τὸν σειραφόρον.
Φεύγεις ; Ἔμελλόν σ᾿ ἆρα κινήσειν ἐγὼ
αὐτοῖς τροχοῖς τοῖς σοῖσι καὶ ξυνωρίσιν.
ΧΟΡΟΣ
Οἷον τὸ πραγμάτων ἐρᾶν φλαύρων· ὁ γὰρ
γέρων ὅδ᾿ ἐρασθεὶς
ἀποστερῆσαι βούλεται
τὰ χρήμαθ᾿ ἁδανείσατο.
Κοὐκ ἔσθ᾿ ὅπως οὐ τήμερον
λήψεταί τι πρᾶγμ᾿ ὃ τοῦ-
τον ποήσει τὸν σοφι-
στὴν ὧν πανουργεῖν ἤρξατ᾿ ἐξ-
αίφνης λαβεῖν κακὸν τι.
Οἶμαι γὰρ αὐτὸν αὐτίχ᾿ εὑρήσειν ὅπερ
πάλαι ποτ᾿ ἐζήτει,
εἶναι τὸν υἱὸν δεινόν οἱ
γνώμας ἐναντίας λέγειν
τοῖσιν δικαίοις, ὥστε νι-
κᾶν ἅπαντας, οἵσπερ ἂν
ξυγγένηται, κἂν λέγῃ
παμπόνηρ᾿. Ἴσως δ᾿ ἴσως
βουλήσεται
κἄφωνον αὐτὸν εἶναι.
ΣΤΡΕΨΙΑΔΗΣ
Ἰοὺ ἰού.
Ὦ γείτονες καὶ ξυγγενεῖς καὶ δημόται,
ἀμυνάθετέ μοι τυπτομένῳ πάσῃ τέχνῃ.
Οἴμοι κακοδαίμων τῆς κεφαλῆς καὶ τῆς γνάθου.
Ὦ μιαρέ, τύπτεις τὸν πατέρα ;
ΦΕΙΔΙΠΠΙΔΗΣ
Φήμ᾿, ὦ πάτερ.
ΣΤΡΕΨΙΑΔΗΣ
Ὁρᾶθ᾿ ὁμολογοῦνθ᾿ ὅτι με τύπτει ;
ΦΕΙΔΙΠΠΙΔΗΣ
Καὶ μάλα.
ΣΤΡΕΨΙΑΔΗΣ
Ὦ μιαρὲ καὶ πατραλοῖα καὶ τοιχωρύχε.
ΦΕΙΔΙΠΠΙΔΗΣ
Αὖθίς με ταὐτὰ ταῦτα καὶ πλείω λέγε.
Ἆρ᾿ οἶσθ᾿ ὅτι χαίρω πόλλ᾿ ἀκούων καὶ κακά ;
ΣΤΡΕΨΙΑΔΗΣ
Ὦ λακκόπρωκτε.
ΦΕΙΔΙΠΠΙΔΗΣ
Πάττε πολλοῖς τοῖς ῥόδοις.
ΣΤΡΕΨΙΑΔΗΣ
Τὸν πατέρα τύπτεις ;
ΦΕΙΔΙΠΠΙΔΗΣ
Κἀποφανῶ γε νὴ Δία
ὡς ἐν δίκῃ σ᾿ ἔτυπτον.
ΣΤΡΕΨΙΑΔΗΣ
Ὦ μιαρώτατε,
καὶ πῶς γένοιτ᾿ ἂν πατέρα τύπτειν ἐν δίκῃ ;
ΦΕΙΔΙΠΠΙΔΗΣ
Ἔγωγ᾿ ἀποδείξω καί σε νικήσω λέγων.
ΣΤΡΕΨΙΑΔΗΣ
Τουτὶ σὺ νικήσεις ;
ΦΕΙΔΙΠΠΙΔΗΣ
Πολύ γε καὶ ῥᾳδίως.
ἑλοῦ δ᾿ ὁπότερον τοῖν λόγοιν βούλει λέγειν.
ΣΤΡΕΨΙΑΔΗΣ
Ποίοιν λόγοιν ;
ΦΕΙΔΙΠΠΙΔΗΣ
Τὸν κρείττον᾿ ἢ τὸν ἥττονα.
ΣΤΡΕΨΙΑΔΗΣ
Ἐδιδαξάμην μέντοι σε νὴ Δί᾿, ὦ μέλε,
τοῖσιν δικαίοις ἀντιλέγειν, εἰ ταῦτά γε
μέλλεις ἀναπείσειν, ὡς δίκαιον καὶ καλὸν
τὸν πατέρα τύπτεσθ᾿ ἐστὶν ὑπὸ τῶν υἱέων.
ΦΕΙΔΙΠΠΙΔΗΣ
Ἀλλ᾿ οἴομαι μέντοι σ᾿ ἀναπείσειν, ὥστε γε
οὐδ᾿ αὐτὸς ἀκροασάμενος οὐδὲν ἀντερεῖς.
ΣΤΡΕΨΙΑΔΗΣ
Καὶ μὴν ὅτι καὶ λέξεις ἀκοῦσαι βούλομαι.
ΧΟΡΟΣ
Σὸν ἔργον, ὦ πρεσβῦτα, φροντίζειν ὅπῃ
τὸν ἄνδρα κρατήσεις,
ὡς οὗτος, εἰ μή τῳ ᾿πεποίθειν, οὐκ ἂν ἦν
οὕτως ἀκόλαστος.
Ἀλλ᾿ ἔσθ᾿ ὅτῳ θρασύνεται· δῆλόν γε τἀνθρώπου᾿
[1350] στι τό λῆμα.
Ἀλλ᾿ ἐξ ὅτου τὸ πρῶτον ἤρξαθ᾿ ἡ μάχη γενέσθαι
ἤδη λέγειν χρὴ πρὸς χορόν· πάντως δὲ τοῦτο δράσεις.
ΣΤΡΕΨΙΑΔΗΣ
Καὶ μὴν ὅθεν γε πρῶτον ἠρξάμεσθα λοιδορεῖσθαι
ἐγὼ φράσω. ᾿πειδὴ γὰρ εἱστιώμεθ᾿, ὥσπερ ἴστε,
πρῶτον μὲν αὐτὸν τὴν λύραν λαβόντ᾿ ἐγὼ ᾿κέλευσα
ᾆσαι Σιμωνίδου μέλος, τὸν Κριόν, ὡς ἐπέχθη.
Ὁ δ᾿ εὐθέως ἀρχαῖον εἶν᾿ ἔφασκε τὸ κιθαρίζειν
ᾄδειν τε πίνονθ᾿, ὡσπερεὶ κάχρυς γυναῖκ᾿ ἀλοῦσαν.
ΦΕΙΔΙΠΠΙΔΗΣ
Οὐ γὰρ τότ᾿ εὐθὺς χρῆν σ᾿ ἀράττεσθαί τε καὶ πατεῖσθαι,
ᾄδειν κελεύονθ᾿, ὡσπερεὶ τέττιγας ἑστιῶντα ;
ΣΤΡΕΨΙΑΔΗΣ
Τοιαῦτα μέντοι καὶ τότ᾿ ἔλεγεν ἔνδον, οἷάπερ νῦν,
καὶ τὸν Σιμωνίδην ἔφασκ᾿ εἶναι κακὸν ποητήν.
Κἀγὼ μόλις μέν, ἀλλ᾿ ὅμως, ἠνεσχόμην τὸ πρῶτον.
Ἔπειτα δ᾿ ἐκέλευσ᾿ αὐτὸν ἀλλὰ μυρρίνην λαβόντα
τῶν Αἰσχύλου λέξαι τί μοι. Κᾆθ᾿ οὗτος εὐθὺς εἶπεν·
« Ἐγὼ γὰρ Αἰσχύλον νομίζω πρῶτον ἐν ποηταῖς,
ψόφου πλέων, ἀξύστατον, στόμφακα, κρημνοποιόν. »
Κἀνταῦθα πῶς οἴεσθέ μου τὴν καρδίαν ὀρεχθεῖν ;
Ὅμως δὲ τὸν θυμὸν δακὼν ἔφην· « Σὺ δ᾿ ἀλλὰ τούτων
λέξον τι τῶν νεωτέρων, ἅττ᾿ ἐστὶ τὰ σοφὰ ταῦτα. »
Ὁ δ᾿ εὐθὺς ἦγ᾿ Εὐριπίδου ῥῆσίν τιν᾿, ὡς ἐκίνει
ἁδελφός, ὦ ᾿λεξίκακε, τὴν ὁμομητρίαν ἀδελφήν.
Κἀγὼ οὐκέτ᾿ ἐξηνεσχόμην, ἀλλ᾿ εὐθέως ἀράττω
πολλοῖς κακοῖς καἰσχροῖσι. Κᾆτ᾿ ἐντεῦθεν, οἷον εἰκός,
ἔπος πρὸς ἔπος ἠρειδόμεσθ᾿· εἶθ᾿ οὗτος ἐπαναπηδᾷ,
κἄπειτ᾿ ἔφλα με κἀσπόδει κἄπνιγε κἀπέτριβεν.
ΦΕΙΔΙΠΠΙΔΗΣ
Οὔκουν δικαίως, ὅστις οὐκ Εὐριπίδην ἐπαινεῖς,
σοφώτατον ;
ΣΤΡΕΨΙΑΔΗΣ
Σοφώτατον γ᾿ ἐκεῖνον, ὦ_τί σ᾿ εἴπω ;
Ἀλλ᾿ αὖθις αὖ τυπτήσομαι.
ΦΕΙΔΙΠΠΙΔΗΣ
Νὴ τὸν Δί᾿, ἐν δίκῃ γ᾿ ἄν.
ΣΤΡΕΨΙΑΔΗΣ
Καὶ πῶς δικαίως ; Ὅστις ὦ ᾿ναίσχυντέ σ᾿ ἐξέθρεψα
αἰσθανόμενός σου πάντα τραυλίζοντος, ὅτι νοοίης.
Εἰ μέν γε βρῦν εἴποις, ἐγὼ γνοὺς ἂν πιεῖν ἐπέσχον·
μαμμᾶν δ᾿ ἂν αἰτήσαντος, ἧκόν σοι φέρων ἂν ἄρτον·
κακκᾶν δ᾿ ἂν οὐκ ἔφθης φράσας, κἀγὼ λαβὼν θύραζε
ἐξέφερον ἂν καὶ προυσχόμην σε. Σὺ δέ με νῦν ἀπάγχων,
βοῶντα καὶ κεκραγόθ᾿ ὅτι
χεζητιῴην, οὐκ ἔτλης
ἔξω ᾿ξενεγκεῖν, ὦ μιαρέ,
θύραζέ μ᾿, ἀλλὰ πνιγόμενος
αὐτοῦ ᾿πόησα κακκᾶν.
ΧΟΡΟΣ
Οἶμαί γε τῶν νεωτέρων τὰς καρδίας
πηδᾶν ὅτι λέξει.
Εἰ γὰρ τοιαῦτά γ᾿ οὗτος ἐξειργασμένος
λαλῶν ἀναπείσει,
τὸ δέρμα τῶν γεραιτέρων λάβοιμεν ἂν
ἀλλ᾿ οὐδ᾿ ἐρεβίνθου.
Σὸν ἔργον, ὦ καινῶν ἐπῶν κινητὰ καὶ μοχλευτά,
πειθώ τινα ζητεῖν, ὅπως δόξεις λέγειν δίκαια.
ΦΕΙΔΙΠΠΙΔΗΣ
Ὡς ἡδὺ καινοῖς πράγμασιν καὶ δεξιοῖς ὁμιλεῖν
[1400] καὶ τῶν καθεστώτων νόμων ὑπερφρονεῖν δύνασθαι.
Ἐγὼ γὰρ ὅτε μὲν ἱππικῇ τὸν νοῦν μόνῃ προσεῖχον,
οὐδ᾿ ἂν τρί᾿ εἰπεῖν ῥήμαθ᾿ οἷός τ᾿ ἦν πρὶν ἐξαμαρτεῖν·
νυνὶ δ᾿, ἐπειδή μ᾿ οὑτοσὶ τούτων ἔπαυσεν αὐτός,
γνώμαις δὲ λεπταῖς καὶ λόγοις ξύνειμι καὶ μερίμναις,
οἶμαι διδάξειν ὡς δίκαιον τὸν πατέρα κολάζειν.
ΣΤΡΕΨΙΑΔΗΣ
Ἵππευε τοίνυν νὴ Δί᾿, ὡς ἔμοιγε κρεῖττόν ἐστιν
ἵππων τρέφειν τέθριππον ἢ τυπτόμενον ἐπιτριβῆναι.
ΦΕΙΔΙΠΠΙΔΗΣ
Ἐκεῖσε δ᾿ ὅθεν ἀπέσχισάς με τοῦ λόγου μέτειμι,
καὶ πρῶτ᾿ ἐρήσομαί σε τουτί· παῖδά μ᾿ ὄντ᾿ ἔτυπτες ;
ΣΤΡΕΨΙΑΔΗΣ
Ἒγωγέ σ᾿, εὐνοῶν τε καὶ κηδόμενος.
ΦΕΙΔΙΠΠΙΔΗΣ
Εἰπὲ δή μοι,
οὐ κἀμὲ σοὶ δίκαιόν ἐστιν εὐνοεῖν ὁμοίως
τύπτειν τ᾿, ἐπειδήπερ γε τοῦτ᾿ ἔστ᾿ εὐνοεῖν, τὸ τύπτειν ;
Πῶς γὰρ τὸ μὲν σὸν σῶμα χρὴ πληγῶν ἀθῷον εἶναι,
τοὐμὸν δὲ μή ; Καὶ μὴν ἔφυν ἐλεύθερός γε κἀγώ.
« Κλάουσι παῖδες, πατέρα δ᾿ οὐ κλάειν δοκεῖς ; »
Φήσεις νομίζεσθαι σὺ παιδὸς τοῦτο τοὔργον εἶναι·
ἐγὼ δέ γ᾿ ἀντείποιμ᾿ ἂν ὡς δὶς παῖδες οἱ γέροντες.
Εἰκός τε μᾶλλον τοὺς γέροντας ἢ νέους τι κλάειν,
ὅσῳπερ ἐξαμαρτάνειν ἧττον δίκαιον αὐτούς.
ΣΤΡΕΨΙΑΔΗΣ
Ἀλλ᾿ οὐδαμοῦ νομίζεται τὸν πατέρα τοῦτο πάσχειν.
ΦΕΙΔΙΠΠΙΔΗΣ
Οὔκουν ἀνὴρ ὁ τὸν νόμον θεὶς τοῦτον ἦν τὸ πρῶτον,
ὥσπερ σὺ κἀγώ, καὶ λέγων ἔπειθε τοὺς παλαιούς ;
Ἧττόν τι δῆτ᾿ ἔξεστι κἀμοὶ καινὸν αὖ τὸ λοιπὸν
θεῖναι νόμον τοῖς υἱέσιν, τοὺς πατέρας ἀντιτύπτειν ;
Ὅσας δὲ πληγὰς εἴχομεν πρὶν τὸν νόμον τεθῆναι,
ἀφίεμεν, καὶ δίδομεν αὐτοῖς προῖκα συγκεκόφθαι.
Σκέψαι δὲ τοὺς ἀλεκτρυόνας καὶ τἄλλα τὰ βοτὰ ταυτί,
ὡς τοὺς πατέρας ἀμύνεται· καίτοι τί διαφέρουσιν
ἡμῶν ἐκεῖνοι, πλήν γ᾿ ὅτι ψηφίσματ᾿ οὐ γράφουσιν ;
ΣΤΡΕΨΙΑΔΗΣ
Τί δῆτ᾿, ἐπειδὴ τοὺς ἀλεκτρυόνας ἅπαντα μιμεῖ,
οὐκ ἐσθίεις καὶ τὴν κόπρον κἀπὶ ξύλου καθεύδεις ;
ΦΕΙΔΙΠΠΙΔΗΣ
Οὐ ταὐτόν, ὦ τᾶν, ἐστίν, οὐδ᾿ ἂν Σωκράτει δοκοίη.
ΣΤΡΕΨΙΑΔΗΣ
Πρὸς ταῦτα μὴ τύπτ᾿· εἰ δὲ μή, σαυτόν ποτ᾿ αἰτιάσει.
ΦΕΙΔΙΠΠΙΔΗΣ
Καὶ πῶς ;
ΣΤΡΕΨΙΑΔΗΣ
Ἐπεὶ σὲ μὲν δίκαιός εἰμ᾿ ἐγὼ κολάζειν,
σὺ δ᾿, ἢν γένηταί σοι, τὸν υἱόν.
ΦΕΙΔΙΠΠΙΔΗΣ
Ἤν δὲ μὴ γένηται,
μάτην ἐμοὶ κεκλαύσεται, σὺ δ᾿ ἐγχανὼν τεθνήξεις.
ΣΤΡΕΨΙΑΔΗΣ
Ἐμοὶ μέν, ὦνδρες ἥλικες, δοκεῖ λέγειν δίκαια,
κἄμοιγε συγχωρεῖν δοκεῖ τούτοισι τἀπιεικῆ·
κλάειν γὰρ ἡμᾶς εἰκός ἐστ᾿, ἢν μὴ δίκαια δρῶμεν.
ΦΕΙΔΙΠΠΙΔΗΣ
Σκέψαι δὲ χἀτέραν ἔτι γνώμην.
ΣΤΡΕΨΙΑΔΗΣ
Ἀπὸ γὰρ ὀλοῦμαι.
ΦΕΙΔΙΠΠΙΔΗΣ
Καὶ μὴν ἴσως γ᾿ οὐκ ἀχθέσει παθὼν ἃ νῦν πέπονθας.
ΣΤΡΕΨΙΑΔΗΣ
Πῶς δή ; Δίδαξον γὰρ τί μ᾿ ἐκ τούτων ἐπωφελήσεις.
ΦΕΙΔΙΠΠΙΔΗΣ
Τὴν μητέρ᾿ ὥσπερ καὶ σὲ τυπτήσω.
ΣΤΡΕΨΙΑΔΗΣ
Τί φῄς, τί φῂς σύ ;
Τοῦθ᾿ ἕτερον αὖ μεῖζον κακόν.
ΦΕΙΔΙΠΠΙΔΗΣ
Τί δ᾿ ἢν ἔχων τὸν ἥττω
λόγον σε νικήσω λέγων
τὴν μητέρ᾿ ὡς τύπτειν χρεών ;
ΣΤΡΕΨΙΑΔΗΣ
Τί δ᾿ ἄλλο γ᾿ ἤ, ταῦτ᾿ ἢν ποιῇς,
οὐδέν σε κωλύσει σεαυτὸν ἐμβαλεῖν εἰς τὸ βάραθρον
[1450] μετὰ Σωκράτους
καὶ τὸν λόγον τὸν ἥττω ;
Ταυτὶ δι᾿ ὑμᾶς, ὦ Νεφέλαι, πέπονθ᾿ ἐγώ,
ὑμῖν ἀναθεὶς ἅπαντα τἀμὰ πράγματα.
ΧΟΡΟΣ
Αὐτὸς μὲν οὖν σαυτῷ σὺ τούτων αἴτιος,
στρέψας σεαυτὸν εἰς πονηρὰ πράγματα.
ΣΤΡΕΨΙΑΔΗΣ
Τί δῆτα ταῦτ᾿ οὔ μοι τότ᾿ ἠγορεύετε,
ἀλλ᾿ ἄνδρ᾿ ἄγροικον καὶ γέροντ᾿ ἐπήρατε ;
ΧΟΡΟΣ
Ἡμεῖς ποιοῦμεν ταῦθ᾿ ἑκάστοθ᾿, ὅντιν᾿ ἂν
γνῶμεν πονηρῶν ὄντ᾿ ἐραστὴν πραγμάτων,
ἕως ἂν αὐτὸν ἐμβάλωμεν εἰς κακόν,
ὅπως ἂν εἰδῇ τοὺς θεοὺς δεδοικέναι.
ΣΤΡΕΨΙΑΔΗΣ
Ὤμοι, πονηρά γ᾿, ὦ Νεφέλαι, δίκαια δέ·
οὐ γάρ με χρῆν τὰ χρήμαθ᾿ ἁδανεισάμην
ἀποστερεῖν. Νῦν οὖν ὅπως, ὦ φίλτατε,
τὸν Χαιρεφῶντα τὸν μιαρὸν καὶ Σωκράτη
ἀπολεῖς μετ᾿ ἐμοῦ ᾿λθών, οἳ σὲ κἄμ᾿ ἐξηπάτων.
ΦΕΙΔΙΠΠΙΔΗΣ
Ἀλλ᾿ οὐκ ἂν ἀδικήσαιμι τοὺς διδασκάλους.
ΣΤΡΕΨΙΑΔΗΣ
Ναὶ ναί, καταιδέσθητι πατρῷον Δία.
ΦΕΙΔΙΠΠΙΔΗΣ
Ἰδού γε Δία πατρῷον. Ὡς ἀρχαῖος εἶ.
Ζεὺς γάρ τις ἐστίν ;
ΣΤΡΕΨΙΑΔΗΣ
Ἐστίν.
ΦΕΙΔΙΠΠΙΔΗΣ
Οὐκ ἔστ᾿, οὔκ, ἐπεὶ
Δῖνος βασιλεύει, τὸν Δί᾿ ἐξεληλακώς.
ΣΤΡΕΨΙΑΔΗΣ
Οὐκ ἐξελήλακ᾿, ἀλλ᾿ ἐγὼ τοῦτ᾿ ᾠόμην
διὰ τουτονὶ τὸν δῖνον. Ὤμοι δείλαιος,
ὅτε καὶ σὲ χυτρεοῦν ὄντα θεὸν ἡγησάμην.
ΦΕΙΔΙΠΠΙΔΗΣ
Ἐνταῦθα σαυτῷ παραφρόνει καὶ φληνάφα.
ΣΤΡΕΨΙΑΔΗΣ
Οἴμοι παρανοίας. Ὡς ἐμαινόμην ἄρα
ὅτ᾿ ἐξέβαλον καὶ τοὺς θεοὺς διὰ Σωκράτη.
Ἀλλ᾿ ὦ φίλ᾿ Ἑρμῆ, μηδαμῶς θύμαινέ μοι,
μηδέ μ᾿ ἐπιτρίψῃς, ἀλλὰ συγγνώμην ἔχε
ἐμοῦ παρανοήσαντος ἀδολεσχίᾳ.
Καί μοι γενοῦ ξύμβουλος, εἴτ᾿ αὐτοὺς γραφὴν
διωκάθω γραψάμενος, εἴθ᾿ ὅτι σοι δοκεῖ.
Ὀρθῶς παραινεῖς οὐκ ἐῶν δικορραφεῖν
ἀλλ᾿ ὡς τάχιστ᾿ ἐμπιμπράναι τὴν οἰκίαν
τῶν ἀδολεσχῶν. Δεῦρο δεῦρ᾿, ὦ Ξανθία,
κλίμακα λαβὼν ἔξελθε καὶ σμινύην φέρων,
κἄπειτ᾿ ἐπαναβὰς ἐπὶ τὸ φροντιστήριον
τὸ τέγος κατάσκαπτ᾿, εἰ φιλεῖς τὸν δεσπότην,
ἕως ἂν αὐτοῖς ἐμβάλῃς τὴν οἰκίαν.
Μοὶ δὲ δᾷδ᾿ ἐνεγκάτω τις ἡμμένην.
Κἀγώ τιν᾿ αὐτῶν τήμερον δοῦναι δίκην
ἐμοὶ ποήσω, κεἰ σφόδρ᾿ εἴσ᾿ ἀλαζόνες.
ΜΑΘΗΤΗΣ Α.
Ἰοὺ ἰού.
ΣΤΡΕΨΙΑΔΗΣ
Σὸν ἔργον, ὦ δᾷς, ἱέναι πολλὴν φλόγα.
ΜΑΘΗΤΗΣ
Ἄνθρωπε, τί ποεῖς ;
ΣΤΡΕΨΙΑΔΗΣ
Ὅ τι ποιῶ ; Τί δ᾿ ἄλλο γ᾿ ἢ
διαλεπτολογοῦμαι ταῖς δοκοῖς τῆς οἰκίας ;
ΜΑΘΗΤΗΣ
Τίς ἡμῶν πυρπολεῖ τὴν οἰκίαν ;
ΣΤΡΕΨΙΑΔΗΣ
Ἐκεῖνος οὗπερ θοἰμάτιον εἰλήφατε.
ΜΑΘΗΤΗΣ
Ἀπολεῖς, ἀπολεῖς.
ΣΤΡΕΨΙΑΔΗΣ
Τοῦτ᾿ αὐτὸ γὰρ καὶ βούλομαι,
[1500] ἢν ἡ σμινύη μοι μὴ προδῷ τὰς ἐλπίδας
ἢ ᾿γὼ πρότερόν πως ἐκτραχηλισθῶ πεσών.
ΣΩΚΡΑΤΗΣ
Οὗτος, τί ποιεῖς ἐτεόν, οὑπὶ τοῦ τέγους ;
ΣΤΡΕΨΙΑΔΗΣ
Ἀεροβατῶ καὶ περιφρονῶ τὸν ἥλιον.
ΣΩΚΡΑΤΗΣ
Οἴμοι τάλας δείλαιος, ἀποπνιγήσομαι.
ΜΑΘΗΤΗΣ
Ἐγὼ δὲ κακοδαίμων γε κατακαυθήσομαι.
ΣΤΡΕΨΙΑΔΗΣ
Τί γὰρ μαθόντες τοὺς θεοὺς ὑβρίζετε
καὶ τῆς σελήνης ἐσκοπεῖσθε τὴν ἕδραν ;
Δίωκε, παῖε, βάλλε, πολλῶν οὕνεκα,
μάλιστα δ᾿ εἰδὼς τοὺς θεοὺς ὡς ἠδίκουν.
ΧΟΡΟΣ
1510 Ἡγεῖσθ᾿ ἔξω· κεχόρευται γὰρ μετρίως τό γε τήμερον ἡμῖν.